§15.23.1περὶ Φιλίππου.
关于腓力。
καὶ γὰρ ἡ τύχη πρός γε τοῦτο τὸ μέρος αὐτῷ συνήργησε προφανῶς.
因为命运显然也在这件事上暗中协助了他。
§15.23.2ὅτε γὰρ ὁ πρεσβευτὴν ἐν τῷ θεάτρῳ τὸν ἀπολογισμὸν ἐποιεῖτο πρὸς τοὺς Ῥοδίους, ἐμφανίζων τὴν τοῦ Φιλίππου μεγαλοψυχίαν, καὶ διότι τρόπον τινὰ κρατῶν ἤδη τῆς πόλεως δίδωσι τῷ δήμῳ τὴν χάριν ταύτην, ποιεῖ δὲ τοῦτο βουλόμενος ἐλέγξαι μὲν τὰς τῶν ἀντιπραττόντων αὐτῷ διαβολάς, φανερὰν δὲ τῇ πόλει καταστῆσαι τὴν αὑτοῦ προαίρεσιν· §15.23.3καὶ παρῆν τις ἐκ κατάπλου πρὸς τὸ πρυτανεῖον ἀναγγέλλων τὸν ἐξανδραποδισμὸν τῶν Κιανῶν καὶ τὴν ὠμότητα τοῦ Φιλίππου τὴν ἐν τούτοις γεγενημένην, §15.23.4ὥστε τοὺς Ῥοδίους, ἔτι μεταξὺ τοῦ πρεσβευτοῦ τὰ προειρημένα λέγοντος, ἐπεὶ προελθὼν ὁ πρύτανις διεσάφει τὰ προσηγγελμένα, μὴ δύνασθαι πιστεῦσαι διὰ τὴν ὑπερβολὴν τῆς ἀθεσίας.
当使节在剧场向罗得斯人进行辩白、展示腓力的宽宏大量,并说明由于腓力在某种意义上已经掌控了这座城市,因此向人民施予这一恩惠,而他这样做是为了驳斥反对者的诽谤,并向该城表明自己的真实意图时,恰在此时,有人乘船抵达市政厅,报告了基奥斯人被奴役以及腓力在此过程中所表现出的残暴,以至于罗得斯人——当时使节仍在陈述上述内容——在执政官上前澄清报告的情况时,因其背信弃义的程度过于恶劣而无法置信。
§15.23.5Φίλιππος μὲν οὖν, παρασπονδήσας οὐχ οὕτως Κιανοὺς ὡς ἑαυτόν, εἰς τοιαύτην ἄγνοιαν ἢ καὶ παράπτωσιν τοῦ καθήκοντος ἧκεν ὥστʼ ἐφʼ οἷς ἐχρῆν αἰσχύνεσθαι καθʼ ὑπερβολήν, ἐπὶ τούτοις ὡς καλοῖς σεμνύνεσθαι καὶ μεγαλαυχεῖν· §15.23.6ὁ δὲ τῶν Ῥοδίων δῆμος ἀπὸ ταύτης τῆς ἡμέρας ὡς περὶ πολεμίου διελάμβανε τοῦ Φιλίππου, καὶ πρὸς τοῦτον τὸν σκοπὸν ἐποιεῖτο τὰς παρασκευάς.
腓力与其说是背弃了与基奥斯人的盟约,不如说是背叛了自己,他陷入了对职责的极度无知或偏离,以至于对于那些他本该感到无比羞耻的事情,他却当作高尚的事迹来引以为傲并大肆吹嘘;自那天起,罗得斯人民便将腓力视为敌人,并以此为目标展开了准备。
§15.23.7παραπλήσιον δὲ καὶ τοῖς Αἰτωλοῖς μῖσος ἐκ ταύτης τῆς πράξεως ἐνειργάσατο πρὸς αὑτόν· §15.23.8ἄρτι γὰρ διαλελυμένος καὶ τὰς χεῖρας ἐκτείνων πρὸς τὸ ἔθνος, οὐδεμιᾶς προφάσεως ἐγγινομένης, φίλων ὑπαρχόντων καὶ συμμάχων Αἰτωλῶν, Λυσιμαχέων, §15.23.9Καλχηδονίων, Κιανῶν, βραχεῖ χρόνῳ πρότερον, πρῶτον μὲν προσηγάγετο τὴν Λυσιμαχέων πόλιν, ἀποσπάσας ἀπὸ τῆς τῶν Αἰτωλῶν συμμαχίας, δευτέραν δὲ τὴν Καλχηδονίων, τρίτην δὲ τὴν Κιανῶν ἐξηνδραποδίσατο, στρατηγοῦ παρʼ Αἰτωλῶν ἐν αὐτῇ διατρίβοντος καὶ προεστῶτος τῶν κοινῶν.
此外,他也因这一行径在埃托利亚人中激起了对自己同样的仇恨;因为他刚刚与该民族和解并向他们伸出双手,在毫无借口的情况下,虽然不久前埃托利亚人、利西马基亚人、卡尔西顿人和基奥斯人还是朋友和盟友,他却首先将利西马基亚人的城市争取过去,使其脱离了与埃托利亚人的同盟,其次是卡尔西顿人的城市,第三则奴役了基奥斯人的城市,而当时正有一名埃托利亚人派遣的将军驻扎在该城并主持公共事务。
Προυσίας δέ, §15.23.10καθὸ μὲν ἡ πρόθεσις αὐτοῦ συντελείας ἔτυχε, περιχαρὴς ἦν, καθὸ δὲ τὰ μὲν ἆθλα τῆς ἐπιβολῆς ἕτερος ἀπέφερεν, αὐτὸς δὲ πόλεως οἰκόπεδον ἔρημον ἐκληρονόμει, δυσχερῶς διέκειτο, ποιεῖν δʼ οὐδὲν οἷός τʼ ἦν.
至于普鲁西阿斯,尽管他的意图得以实现让他欣喜万分,但由于该企图的果实被他人夺走,自己仅继承了一座荒废城市的空址,因而感到十分不满,却也无能为力。
—
—