§15.15.1ἡ μὲν οὖν ἐπὶ πᾶσι γενομένη μάχη καὶ τὰ ὅλα κρίνασα Ῥωμαίοις διὰ τῶν προειρημένων ἡγεμόνων τοιοῦτον ἔσχε τὸ τέλος·
这样,在这场最后发生并为罗马人决定了全局的战斗中,在上述将领的指挥下,迎来了如此的结局。
§15.15.2μετὰ δὲ τὴν μάχην Πόπλιος μὲν ἐπακολουθήσας καὶ διαρπάσας τὸν χάρακα τῶν Καρχηδονίων αὖτις ἀνεχώρησεν εἰς τὴν ἰδίαν παρεμβολήν.
战后,普布利乌斯在追击并洗劫了迦太基人的营地后,再次返回了自己的营地。
§15.15.3Ἀννίβας δὲ μετʼ ὀλίγων ἱππέων κατὰ τὸ συνεχὲς ποιούμενος τὴν ἀναχώρησιν εἰς Ἀδρύμητα διεσώθη, πάντα τὰ δυνατὰ ποιήσας κατὰ τὸν κίνδυνον, ὅσα τὸν ἀγαθὸν ἔδει στρατηγὸν καὶ πολλῶν ἤδη πραγμάτων πεῖραν εἰληφότα.
汉尼拔则率领少数骑兵不停地撤退,安全逃到了哈德鲁梅图姆。 在这次危机中,他尽了最大的努力,做了一个优秀的、经历过许多战事的将领所应当做的一切。
§15.15.4πρῶτον μὲν γὰρ εἰς λόγους συνελθὼν ἐπειράθη διʼ αὑτοῦ λύσιν ποιήσασθαι τῶν ἐνεστώτων·
因为首先,他亲自通过会谈,试图靠自己来解决当前的争端。
§15.15.5τοῦτο δʼ ἐστὶ τοῦ προειδότος τὰ κατορθώματα, ἀλλʼ ἀπιστοῦντος τῇ τύχῃ καὶ προορωμένου τὰ περὶ τὰς μάχας ἐκβαίνοντα παράλογα.
这是那些虽深知过往的成功,却不信任命运,并预见到战争中可能出现的意外结果之人的特征。
§15.15.6μετὰ δὲ ταῦτα συγκαταστὰς εἰς τὸν κίνδυνον οὕτως ἐχρήσατο τοῖς πράγμασιν ὥστε μὴ δυνατὸν εἶναι βέλτιον πρὸς Ῥωμαίους ἀγῶνα συστήσασθαι, παραπλησίῳ καθοπλισμῷ χρώμενον, οὗ τότε συνεστήσατʼ Ἀννίβας.
在那之后,当他投身于这场决战时,他对局势的调度如此出色,以至于任何使用相似装备的人,都绝不可能比当时的汉尼拔组织出更完美的对罗马人的战斗。
§15.15.7οὔσης γὰρ δυσδιασπάστου τῆς Ῥωμαίων τάξεως καὶ δυνάμεως, τὸν ἄνδρα συνέβη καὶ καθόλου καὶ κατὰ μέρη μάχεσθαι πρὸς πάσας τὰς ἐπιφανείας διὰ τῆς μιᾶς ἐκτάξεως, ἀεὶ τῶν ἔγγιστα τῷ δεινῷ σημαιῶν συνεπιστρεφουσῶν πρὸς τὸ δεόμενον.
因为由于罗马人的阵形和兵力极难被冲散,这使得每个士兵不论是作为整体还是个体,都能通过那单一的阵线来对抗来自所有方向的攻击,因为最接近险境的支队总是会共同转向需要支援的方向。
§15.15.8ἔτι δὲ τοῦ καθοπλισμοῦ σκέπην καὶ θράσος παρασκευάζοντος καὶ διὰ τὸ μέγεθος τοῦ θυρεοῦ καὶ τὴν τῆς μαχαίρας ὑπομονὴν τῶν πληγῶν, δύσμαχοι γίνονται καὶ δυσκαταγώνιστοι
此外,由于他们的装备提供了防护和信心——这既得益于大盾的尺寸,也得益于剑对打击的承受力——这使他们变得难以对付且难以战胜。