§15.14.1εὐρυχωρίας, γενομένου δὲ τοῦ μεταξὺ τόπου τῶν καταλειπομένων στρατοπέδων πλήρους αἵματος, φόνου, νεκρῶν, πολλὴν ἀπορίαν παρεῖχε τῷ τῶν Ῥωμαίων στρατηγῷ τὸ τῆς τροπῆς ἐμπόδιον·
[两翼及其后方]宽敞的地方[退却]。 然而,由于残留的两个军营之间的空地塞满了鲜血、屠杀和尸体,这一因败退而造成的障碍使罗马将军感到极大困惑。
§15.14.2ὅ τε γὰρ τῶν νεκρῶν ὄλισθος, ὡς ἂν αἱμοφύρτων καὶ σωρηδὸν πεπτωκότων, ἥ τε τῶν χύδην ἐρριμμένων ὅπλων ὁμοῦ τοῖς πτώμασιν ἀλογία δυσχερῆ τὴν δίοδον ἔμελλε ποιήσειν τοῖς ἐν τάξει διαπορευομένοις.
因为,那些血淋淋且层层叠叠倒下的尸体所带来的湿滑,以及与尸体混杂、四处乱扔的兵器的无序状态,势必会使保持队列行进的士兵难以通过。
§15.14.3οὐ μὴν ἀλλὰ τοὺς μὲν τραυματίας εἰς τοὐπίσω τῆς παρατάξεως κομισάμενος, τοὺς δʼ ἐπιδιώκοντας τῶν ἁστάτων ἀνακαλεσάμενος διὰ τῆς σάλπιγγος, τοὺς μὲν αὐτοῦ πρὸ τῆς μάχης κατὰ μέσους τοὺς πολεμίους ἐπέστησε, §15.14.4τοὺς δὲ πρίγκιπας καὶ τριαρίους πυκνώσας ἐφʼ ἑκάτερον τὸ κέρας προάγειν παρήγγειλε διὰ τῶν νεκρῶν.
尽管如此,他还是将伤员送往战线的后方,并用军号召回了那些正在追击的青年兵,使他们就在当场、在正对敌军中央的前方驻足,随后,他令主力兵和后备兵紧缩队列,命令他们从尸体中穿过,向左右两翼推进。
§15.14.5ἐπειδὴ δʼ ὑπερβάντες ἐξ ἴσου τοῖς ἁστάτοις ἐγένοντο, συνέβαλον αἱ φάλαγγες ἀλλήλαις μετὰ τῆς μεγίστης ὁρμῆς καὶ προθυμίας.
当他们越过障碍并与青年兵并肩齐平部署时,两军的主力部队以极大的冲劲和昂扬的斗志碰撞在了一起。
§15.14.6ὄντων δὲ καὶ τῷ πλήθει καὶ τοῖς φρονήμασι καὶ ταῖς ἀρεταῖς καὶ τοῖς καθοπλισμοῖς παραπλησίων ἀμφοτέρων, ἄκριτον ἐπὶ πολὺ συνέβαινε γενέσθαι τὴν μάχην, ἐν αὐταῖς ταῖς χώραις ἐναποθνησκόντων τῶν ἀνδρῶν διὰ φιλοτιμίαν, §15.14.7ἕως οἱ περὶ τὸν Μασαννάσαν καὶ Λαίλιον ἀπὸ τοῦ διώγματος τῶν ἱππέων ἀνακάμπτοντες [καὶ] δαιμονίως εἰς δέοντα καιρὸν συνῆψαν.
由于双方在人数、士气、勇武和装备上都势均力敌,战斗在很长一段时间内胜负难分,士兵们出于好胜心,就在自己的位置上纷纷战死,直到马西尼萨和莱利乌斯率领的人马从对敌方骑兵的追击中折返,奇迹般地在最关键的时刻加入了战斗。
§15.14.8ὧν προσπεσόντων τοῖς περὶ τὸν Ἀννίβαν κατόπιν οἱ μὲν πλεῖστοι κατεκόπησαν ἐν τῇ τάξει, τῶν δὲ πρὸς φυγὴν ὁρμησάντων ὀλίγοι μὲν τελέως διέφυγον, ἅτε τῶν ἱππέων ἐν χερσὶν ὄντων καὶ τῶν τόπων ἐπιπέδων ὑπαρχόντων.
当他们从后方袭击汉尼拔的军队时,大多数人都在阵列中被斩杀;而在那些试图逃跑的人中,只有极少数人完全逃脱,因为骑兵近在咫尺,且地势平坦。
§15.14.9ἔπεσον δὲ τῶν μὲν Ῥωμαίων ὑπὲρ τοὺς χιλίους πεντακοσίους, τῶν δὲ Καρχηδονίων ὑπὲρ δισμυρίους, αἰχμάλωτοι δʼ ἑάλωσαν οὐ πολὺ τούτων ἐλάττους.
罗马人阵亡一千五百余人,迦太基人阵亡两万余人,被俘的人数也并不比这少多少。