§15.9.1ταῦτα μὲν οὖν διαλεχθέντες αὑτοῖς Ἀννίβας καὶ Πόπλιος ἐχωρίσθησαν, ἀσύμβατον ποιησάμενοι τὴν κοινολογίαν.
汉尼拔与普布利乌斯在进行上述会谈后分道扬镳,两人的协商最终破裂。
§15.9.2εἰς δὲ τὴν ἐπαύριον ἅμα τῷ φωτὶ τὰς δυνάμεις ἐξῆγον ἀμφότεροι καὶ συνίσταντο τὸν ἀγῶνα, Καρχηδόνιοι μὲν ὑπὲρ τῆς σφετέρας σωτηρίας καὶ τῶν κατὰ τὴν Λιβύην πραγμάτων, Ῥωμαῖοι δὲ περὶ τῆς τῶν ὅλων ἀρχῆς καὶ δυναστείας.
次日黎明,两军皆率兵出阵,摆开决战之势:迦太基人为自身的生存和在利比亚的利益而战,罗马人则为整个世界的统治权和霸权而战。
§15.9.3ἐφʼ ἃ τίς οὐκ ἂν ἐπιστήσας συμπαθὴς γένοιτο κατὰ τὴν ἐξήγησιν;
面对这些情景,谁能在凝神倾注之余,于叙述时不深受感动呢?
§15.9.4οὔτε γὰρ δυνάμεις πολεμικωτέρας οὔθʼ ἡγεμόνας ἐπιτυχεστέρους τούτων καὶ μᾶλλον ἀθλητὰς γεγονότας τῶν κατὰ πόλεμον ἔργων εὕροι τις ἂν ἑτέρους, οὐδὲ μὴν ἆθλα μείζω τὴν τύχην ἐκτεθεικυῖαν τοῖς ἀγωνιζομένοις τῶν τότε προκειμένων·
因为人们既找不到比这两支更骁勇善战的军队,也找不到比这两位更具运气、且在战争实务中更为千锤百炼的将领;同时,命运之神也从未给竞争者们开出过比当时摆在他们面前更为宏大的奖赏。
§15.9.5οὐ γὰρ τῆς Λιβύης αὐτῆς οὐδὲ τῆς Εὐρώπης ἔμελλον κυριεύειν οἱ τῇ μάχῃ κρατήσαντες, ἀλλὰ καὶ τῶν ἄλλων μερῶν τῆς οἰκουμένης, ὅσα νῦν πέπτωκεν ὑπὸ τὴν ἱστορίαν.
因为在战斗中获胜的人,他们将要统治的不只是利比亚本身或欧洲,还包括如今已纳入历史记载的已知世界的其他所有部分。
ὃ καὶ συνέβη γενέσθαι μετʼ ὀλίγον.
而这正是随后不久便发生的事实。
§15.9.6πλὴν ὁ μὲν Πόπλιος ἔθηκε τὰς τάξεις τῶν ἰδίων δυνάμεων τὸν τρόπον τοῦτον.
且说普布利乌斯将其麾下军队的阵形作了如下布置。
§15.9.7πρῶτον μὲν τοὺς ἁστάτους καὶ τὰς τούτων σημαίας ἐν διαστήμασιν, ἐπὶ δὲ τούτοις τοὺς πρίγκιπας, τιθεὶς τὰς σπείρας οὐ κατὰ τὸ τῶν πρώτων σημαιῶν διάστημα, καθάπερ ἔθος ἐστὶ τοῖς Ῥωμαίοις, ἀλλὰ καταλλήλους ἐν ἀποστάσει διὰ τὸ πλῆθος τῶν παρὰ τοῖς ἐναντίοις ἐλεφάντων· τελευταίους δʼ ἐπέστησε τοὺς τριαρίους.
首先,他将青年兵(Hastati)及其各百人队留出间隔依次排列,在其后则是主力兵(Principes);在安置这些大队(Cohorts)时,他并未像罗马人的常规那样,将它们对准第一线各百人队之间的间隔,而是因为敌方大象数量众多,而在一定距离外与其呈平行直线排列;最后,他将老兵(Triarii)布置在最末端。
§15.9.8ἐπὶ δὲ τῶν κεράτων ἔταξε κατὰ μὲν τὸ λαιὸν Γάιον Λαίλιον, ἔχοντα τοὺς Ἰταλικοὺς ἱππέας, κατὰ δὲ τὸ δεξιὸν μέρος Μασαννάσαν μετὰ πάντων τῶν ὑφʼ ἑαυτὸν ταττομένων Νομάδων.
在两翼的部署上,他在左翼派上了率领意大利骑兵的盖乌斯·莱利乌斯,在右翼则派上了马萨尼萨以及他麾下的所有努米底亚骑兵。
§15.9.9τὰ δὲ διαστήματα τῶν πρώτων σημαιῶν ἀνεπλήρωσε ταῖς τῶν γροσφομάχων σπείραις, παραγγείλας τούτοις προκινδυνεύειν, §15.9.10ἐὰν δʼ ἐκβιάζωνται κατὰ τὴν τῶν θηρίων ἔφοδον, ἀποχωρεῖν, τοὺς μὲν καταταχοῦντας διὰ τῶν ἐπʼ εὐθείας διαστημάτων εἰς τοὐπίσω τῆς ὅλης δυνάμεως, τοὺς δὲ περικαταλαμβανομένους εἰς τὰ πλάγια παρίστασθαι διαστήματα κατὰ τὰς σημαίας.
他用轻装投枪手(Velites)的大队填补了第一线各百人队之间的空隙,并命令他们担任先锋御敌;倘若他们在巨兽的冲击下被迫退却,那些行动迅速的人应当通过直排的空隙撤退到整支军队的后方,而那些即将被追上的人则应沿着各百人队躲避入横向的间隙中。