Humanitext Reader

波利比奥斯 · 历史 §14.12.1-14.12.5

埃及事务连贯叙述的理由与方法

第 808 段,共 1311 段 · 希腊语

内容简介

波利比乌斯解释了自己为何违背按年记事的常规,而对埃及事务进行了跨越较长时期的连续叙述。他指出,鉴于托勒密·菲洛帕托尔国王的放荡生活及随后战争的性质,将国王的方针作为有机整体统一叙述,对作者和读者而言都更加便利和易懂。

§14.12.1ἴσως δέ τινες ἐπαπορήσουσι πῶς ἡμεῖς τὰς ἄλλας πράξεις ἁπάσας κατʼ ἐνιαυτὸν γράφοντες τὰς καταλλήλους περὶ μόνων τῶν κατʼ Αἴγυπτον ἐν καιρῷ τῷ νῦν ἐκ πλείονος χρόνου πεποιήμεθα τὴν ἐξήγησιν.
也许有人会感到疑惑,既然我们是按年顺序记载其他所有相应事件的,为什么唯独对埃及的事情,在当下却对较长的一段时期进行了一并的叙述。
§14.12.2ἡμεῖς δὲ τοῦτο πεποιήκαμεν διά τινας τοιαύτας αἰτίας.
我们这样做是出于以下一些原因。
§14.12.3Πτολεμαῖος ὁ βασιλεύς, περὶ οὗ νῦν ὁ λόγος, ὁ Φιλοπάτωρ, μετὰ τὸ συντελεσθῆναι τὸν περὶ Κοίλην Συρίαν πόλεμον ἀποστὰς πάντων τῶν καλῶν ἐτράπη πρὸς βίον ἄσωτον καὶ τοιοῦτον οἷον ἀρτίως διεληλύθαμεν.
我们现在谈论的托勒密·菲洛帕托尔国王,在关于柯里叙利亚的战争结束后,便放弃了一切高尚的追求,转而过起放荡的生活,正如我们刚才所详述的那样。
§14.12.4ὀψὲ δέ ποτε βιασθεὶς ὑπὸ τῶν πραγμάτων ἐνέπεσεν εἰς τὸν νῦν δεδηλωμένον πόλεμον, ὃς χωρὶς τῆς εἰς ἀλλήλους ὠμότητος καὶ παρανομίας οὔτε παράταξιν οὔτε ναυμαχίαν οὔτε πολιορκίαν οὔθʼ ἕτερον οὐδὲν ἔσχε μνήμης ἄξιον.
但后来,由于情势所迫,他陷入了现在所指的那场战争,而那场战争除了双方之间的残暴和不法行为之外,既没有会战,也没有海战,没有包围战,也没有其他任何值得纪念的事情。
§14.12.5διόπερ ὑπέδραμεν οὕτω κἀμοὶ τῷ γράφοντι ῥᾳδίαν ἔσεσθαι καὶ τοῖς ἀναγινώσκουσιν εὐμαθεστέραν τὴν διήγησιν, εἰ μὴ κατʼ ἐνιαυτὸν ἐπιψαύων μικρῶν [καὶ] οὐκ ἀξίων ἐπιστάσεως πραγμάτων ἀποδιδοίην τὸν λόγον, ἀλλʼ εἰσάπαξ οἷον εἰ σωματοειδῆ ποιήσας τὴν τοῦ βασιλέως προαίρεσιν ἀπαγγείλαιμι περὶ αὐτῆς.
因而我心中产生了一个想法:如果我不是按年叙述那些不值得注意的细微小事,而是毕其功于一役,仿佛将国王的意图塑造成一个有机的整体并对此进行报道,那么对于写作的我来说叙述会变得容易,对于读者来说也会更易于理解。

词汇与语法注释

  1. 14.12.1γράφοντες — 分词 γράφοντες(记载)在语义上相对于主句的现在完成时动词 πεποιήμεθα 起让步作用(“尽管我们记载……”或“在……的同时”)。
  2. 14.12.5ὑπέδραμεν — 不及物动词 ὑποτρέχω 的不定过去时,此处意为“(想法等)悄然掠过心头”或“突然想到”。它以 κἀμοὶ τῷ γράφοντι(对于写作的我)为与格,并以随后的带宾格的主格不定式从句作为逻辑上的主语。
  3. 14.12.5σωματοειδῆ — 形容词 σωματοειδής(具身体形状的、有机的)的单数阴性宾格,修饰 τὴν τοῦ βασιλέως προαίρεσιν。这是波利比乌斯历史编纂学中的一个重要术语,表示不孤立地叙述零散事件,而是将其作为一个相互关联、如同“有机身体”一般的统一整体来叙述。

引用这一段

波利比奥斯, 历史 §14.12.1-14.12.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:14.12.1-14.12.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。