§14.5.1κατὰ δὲ τὸν καιρὸν τοῦτον οἱ Καρχηδόνιοι, θεωροῦντες τὸ πλῆθος τοῦ πυρὸς καὶ τὸ μέγεθος τῆς ἐξαιρομένης φλογός, ὑπολαβόντες αὐτομάτως ἀνῆφθαι τὸν τῶν Νομάδων χάρακα, τινὲς μὲν ἐβοήθουν ἐξ αὐτῆς,
此时,迦太基人看到冲天的火光和升腾的烈焰,以为是努米底亚人的营垒意外起火,其中一些人立刻前去协助。
§14.5.2οἱ δὲ λοιποὶ πάντες ἐκτρέχοντες ἐκ τῆς παρεμβολῆς ἄνοπλοι συνίσταντο πρὸ τῆς ἰδίας στρατοπεδείας, ἐκπλαγεῖς ὄντες ἐπὶ τοῖς γινομένοις.
而其余所有人则在对发生的一切感到惊恐万分中,赤手空拳地跑出营地,聚集在他们自己营寨的前方。
§14.5.3ὁ δὲ Σκιπίων, τῶν πραγμάτων ὡς ἂν εἰ κατʼ εὐχὴν αὐτῷ προχωρησάντων, ἐπιπεσὼν τοῖς ἐξεληλυθόσιν, οὓς μὲν ἐφόνευεν, οὓς δὲ καταδιώκων ἅμα τὸ πῦρ ἐνέβαλλε ταῖς σκηναῖς.
此时斯基皮奥见事态完全如其所愿般进展,便向跑出来的敌人发起猛攻,将一些人斩杀,并追击另一些人,同时向他们的帐篷纵火。
§14.5.4οὗ γενομένου παραπλήσια συνέβαινε πάσχειν τοὺς Φοίνικας ὑπὸ τοῦ πυρὸς καὶ τῆς ὅλης περιστάσεως τοῖς ἄρτι ῥηθεῖσι περὶ τῶν Νομάδων.
这一幕发生时,迦太基人因大火和整个局势所遭受的惨状,与刚才所描述的努米底亚人的遭遇极为相似。
§14.5.5οἱ δὲ περὶ τὸν Ἀσδρούβαν τοῦ μὲν τῷ πυρὶ βοηθεῖν αὐτόθεν εὐθέως ἀπέστησαν, γνόντες ἐκ τοῦ συμβαίνοντος ὅτι καὶ περὶ τοὺς Νομάδας οὐκ αὐτομάτως, καθάπερ ὑπέλαβον, ἀλλʼ ἐκ τῆς τῶν πολεμίων ἐπιβολῆς καὶ τόλμης ἐγεγόνει τὸ δεινόν· §14.5.6ἐγίνοντο δὲ περὶ τὸ σῴζειν ἑαυτούς, βραχείας σφίσι καὶ περὶ τοῦτο τὸ μέρος ἐλπίδος ἔτι καταλειπομένης.
哈斯德鲁巴及其部下看到眼前的景象,意识到努米底亚人遭遇的灾难并不是如他们所设想的那样因意外而起,而是由于敌人的袭击和胆识所致,于是立即放弃了前去灭火的企图;他们开始转而设法自救,尽管即使在这方面,留给他们的希望也已微乎其微。
§14.5.7τό τε γὰρ πῦρ ταχέως ἐπενέμετο καὶ περιελάμβανε πάντας τοὺς τόπους, αἵ τε δίοδοι πλήρεις ἦσαν ἵππων, ὑποζυγίων, ἀνδρῶν, τῶν μὲν ἡμιθνήτων καὶ διεφθαρμένων ὑπὸ τοῦ πυρός, τῶν δʼ ἐξεπτοημένων καὶ παρεστώτων ταῖς διανοίαις, §14.5.8ὥστε καὶ τοῖς ἀνδραγαθεῖν προαιρουμένοις ἐμπόδια ταῦτα γίνεσθαι, καὶ διὰ τὴν ταραχὴν καὶ σύγχυσιν ἀνέλπιστον εἶναι τὴν σωτηρίαν.
因为大火迅速蔓延并席卷了所有地方,通道上挤满了马匹、驮畜和人群,其中一些人已被大火烧得奄奄一息、奄奄垂死,另一些人则惊惶失措、丧失神智,以至于这些情况甚至成了那些立志英勇作战之人的阻碍,且由于混乱和恐慌,生还已毫无希望。
§14.5.9παραπλήσια δὲ τούτοις ἦν καὶ τὰ περὶ τὸν Σόφακα καὶ τοὺς ἄλλους ἡγεμόνας.
锡法克斯和其他将领的情况也与此相似。
πλὴν οὗτοι μὲν ἀμφότεροι μετʼ ὀλίγων ἱππέων ἐξέσωσαν αὑτούς·
不过,这两位将领最终还是带着少数骑兵逃生。
§14.5.10αἱ δὲ λοιπαὶ μυριάδες ἀνδρῶν, ἵππων, ὑποζυγίων, ἀτυχῶς μὲν καὶ ἐλεεινῶς ὑπὸ τοῦ πυρὸς ἀπώλλυντο·
而其余数以万计的人、马匹和驮畜,则不幸而凄惨地葬身火海。
§14.5.11αἰσχρῶς δὲ καὶ ἐπονειδίστως ἔνιοι τῶν ἀνδρῶν, τὴν τοῦ πυρὸς βίαν φεύγοντες, ὑπὸ τῶν πολεμίων διεφθείροντο, χωρὶς οὐ μόνον τῶν ὅπλων, ἀλλὰ καὶ τῶν ἱματίων, γυμνοὶ φονευόμενοι.
还有一些士兵在逃避烈火的肆虐时,不仅丢掉了武器,甚至连衣服也被剥夺,赤身裸体地被敌人屠杀,死得屈辱而可悲。
§14.5.12καθόλου δὲ πᾶς ἦν ὁ τόπος οἰμωγῆς, βοῆς ἀτάκτου, φόβου, ψόφου παρηλλαγμένου, σὺν δὲ τούτοις πυρὸς ἐνεργοῦ καὶ φλογὸς ὑπερβαλλούσης πλήρης·
总体而言,整个地方充满了哀嚎、混乱的叫喊、恐惧和异样的喧嚣,同时伴随着熊熊烈火和冲天烈焰。
§14.5.13ὧν ἓν ἱκανὸν [ὂν] ἐκπλῆξαι τὴν ἀνθρωπίνην φύσιν, μηδʼ ὅτι καὶ πάνθʼ ὁμοῦ συγκυρήσαντα παραδόξως.
其中的任何一件都足以使人类的本性感到惊恐万分,更不用说所有这些灾难竟出乎意料地同时降临。
§14.5.14διὸ καὶ τὸ γεγονὸς οὐδὲ καθʼ ὑπερβολὴν εἰκάσαι δυνατὸν οὐδενὶ τῶν ὄντων ἐστίν· οὕτως ὑπερπεπαίκει τῇ δεινότητι πάσας τὰς προειρημένας πράξεις.
因此,发生的事情是任何事物都无法比拟的,即使极尽夸张之能事也无法形容;它在恐怖程度上已经完全超越了以往所记载的一切事件。
§14.5.15ᾗ καὶ πολλῶν καὶ καλῶν διειργασμένων Σκιπίωνι κάλλιστον εἶναί μοι δοκεῖ τοῦτο τοὔργον καὶ παραβολώτατον τῶν ἐκείνῳ πεπραγμένων
鉴于斯基皮奥曾立下过许多辉煌的功绩,但在我看来,这一战绩是他所成就的所有伟业中最辉煌、也是最冒险的一件。