§14.1a.1ὅτι φησὶν ὁ Πολύβιος περὶ ἑαυτοῦ καὶ περὶ τῆς τῶν βίβλων ὑποθετικῆς ἐξηγήσεως· ἴσως μὲν οὖν ἐπὶ πάσαις ταῖς ὀλυμπιάσιν αἱ προεκθέσεις τῶν πράξεων εἰς ἐπίστασιν ἄγουσι τοὺς ἐντυγχάνοντας καὶ διὰ τὸ πλῆθος καὶ διὰ τὸ μέγεθος τῶν γεγονότων, ὡς ἂν ὑπὸ μίαν σύνοψιν ἀγομένων τῶν ἐξ ὅλης τῆς οἰκουμένης ἔργων·
波里比阿谈及自身以及他对其著作的系统性阐述:“或许,在所有的奥林匹亚纪中,对事件的事前概述因其数量之多和规模之大,都会引起读者的注意,仿佛整个已知世界的功绩都被置于同一个总览之下。
§14.1a.2οὐ μὴν ἀλλὰ τὰ κατὰ ταύτην τὴν ὀλυμπιάδα μάλιστα νομίζω συνεπιστήσειν τοὺς ἀναγινώσκοντας διὰ τὸ πρῶτον μὲν τοὺς κατὰ τὴν Ἰταλίαν καὶ Λιβύην πολέμους ἐν τούτοις τοῖς χρόνοις εἰληφέναι τὴν συντέλειαν·
然而,我认为这一奥林匹亚纪期间的事件尤其能引起读者的共同关注,首先是因为在意大利和利比亚的战争在这一时期宣告结束。
ὑπὲρ ὧν τίς οὐκ ἂν ἱστορῆσαι βουληθείη ποία τις ἡ καταστροφὴ καὶ τί τὸ τέλος αὐτῶν ἐγένετο;
关于这些战争,有谁会不想探寻它们有着怎样的结局以及最终结果如何呢?
§14.1a.3φύσει γὰρ πάντες ἄνθρωποι, κἂν ὁλοσχερῶς παραδέχωνται τὰ κατὰ μέρος ἔργα καὶ λόγους, ὅμως ἑκάστων τὸ τέλος ἱμείρουσι μαθεῖν·
因为所有人天生都渴望了解每件事的结局,即使他们已经整体上接受了局部的具体事迹和言论。
§14.1a.4πρὸς δὲ τούτοις συμβαίνει καὶ τὰς προαιρέσεις τῶν βασιλέων ἐκφανεστάτας γεγονέναι κατὰ τοὺς αὐτοὺς χρόνους· ἃ γὰρ πρότερον ἐλέγετο περὶ αὐτῶν, τότε σαφῶς ἐπεγνώσθη πάντα παρὰ πᾶσι καὶ τοῖς μηδʼ ὅλως ἐθέλουσι πολυπραγμονεῖν.
此外,各国王公的意图也在同一时期变得最显而易见;因为以前关于他们的传言,在当时都被所有人——甚至是那些根本不想多管闲事的人——清清楚楚地了解了。
§14.1a.5διὸ καὶ βουλόμενοι κατʼ ἀξίαν τῶν ἔργων ποιήσασθαι τὴν ἐξήγησιν, οὐ τὰς ἐκ τῶν δυεῖν ἐτῶν πράξεις κατατετάχαμεν εἰς μίαν βύβλον, καθάπερ ἐν τοῖς πρὸ τούτων ἀποδεδώκαμεν.
因此,我们希望对这些事迹做出配得上其价值的阐述,便没有像在之前的著作中那样,把两年的事件归入一卷之中。 ”