§13.5.1Διαπιστοῦντες δʼ οἱ πρυτάνεις ἤδη τῷ Φιλίππῳ διὰ τὴν περὶ τὰ Κρητικὰ κακοπραγμοσύνην, καὶ τὸν Ἡρακλείδην ὑπώπτευον ἐγκάθετον εἶναι.
罗得斯的执政官们由于腓力在克里特事务上的恶行,已经不再信任他,因而也怀疑赫拉克莱德斯是安插进来的卧底。
—
ὁ δʼ εἰσελθὼν ἀπελογίζετο τὰς αἰτίας, §13.5.2διʼ ἃς πεφευγὼς εἴη τὸν Φίλιππον.
但赫拉克莱德斯出面解释了原因,说明自己究竟是因何从腓力那里逃亡出来的。
— §13.5.3πᾶν γὰρ βουληθῆναι τὸν Φίλιππον ἀναδέξασθαι ἢ καταφανῆ γενέσθαι Ῥοδίοις τὴν ἐν τούτοις αὐτοῦ προαίρεσιν.
因为腓力宁愿自己承担一切后果,也不愿让他在这些事情上的意图向罗得斯人暴露。
ᾗ καὶ τὸν Ἡρακλείδην ἀπέλυσε τῆς ὑποψίας. —
凭借这番解释,他解除了对赫拉克莱德斯的怀疑。
§13.5.4καί μοι δοκεῖ μεγίστην θεὸν τοῖς ἀνθρώποις ἡ φύσις ἀποδεῖξαι τὴν ἀλήθειαν καὶ μεγίστην αὐτῇ προσθεῖναι δύναμιν.
在我看来,自然确实将真理奉为人类最大的女神,并赋予了她最大的力量。
§13.5.5πάντων γοῦν αὐτὴν καταγωνιζομένων, ἐνίοτε καὶ πασῶν τῶν πιθανοτήτων μετὰ τοῦ ψεύδους ταττομένων, οὐκ οἶδʼ ὅπως αὐτὴ διʼ αὑτῆς εἰς τὰς ψυχὰς εἰσδύεται τῶν ἀνθρώπων, §13.5.6καὶ ποτὲ μὲν παραχρῆμα δείκνυσι τὴν αὑτῆς δύναμιν, ποτὲ δὲ καὶ πολὺν χρόνον ἐπισκοτισθεῖσα, τέλος αὐτὴ διʼ ἑαυτῆς ἐπικρατεῖ καὶ καταγωνίζεται τὸ ψεῦδος, ὡς συνέβη γενέσθαι περὶ τὸν Ἡρακλείδην τὸν παρὰ τοῦ Φιλίππου τοῦ βασιλέως εἰς Ῥόδον ἀφικόμενον. —
毕竟,当所有事物都在与她抗争,有时甚至所有的合理性都与谎言站在一起时,不知怎的,她凭着自己便渗透进了人们的心灵,并且,有时她会立即展现出自己的力量,而有时,即使被蒙蔽了很长时间,她最终仍会凭借自己取得胜利,战胜谎言,正如从国王腓力那里来到罗得斯的赫拉克莱德斯身上所发生的那样。
§13.5.7ὅτι Δαμοκλῆς ὁ μετὰ Πυθίωνος πεμφθεὶς κατάσκοπος πρὸς Ῥωμαίους ὑπηρετικὸν ἦν σκεῦος εὐφυὲς καὶ πολλὰς ἔχον ἀφορμὰς εἰς πραγμάτων οἰκονομίαν. —
与皮提翁一同被派往罗马人那里的间谍达莫克莱斯,是一个极有才干的效劳工具,并且在处理事务方面拥有诸多手段。