§13.3.1ἐγένετο περὶ τὴν τοιαύτην κακοπραγμοσύνην, ἣν δὴ βασιλικὴν μὲν οὐδαμῶς οὐδεὶς ἂν εἶναι φήσειεν, ἀναγκαίαν δὲ βούλονται λέγειν ἔνιοι πρὸς τὸν πραγματικὸν τρόπον διὰ τὴν νῦν ἐπιπολάζουσαν κακοπραγμοσύνην.
关于这种奸诈手段产生了一番讨论。 任何人绝不会说这是帝王之道,但由于目前蔓延的奸诈作风,有些人执意称之为实际行事方式中必不可少的东西。
§13.3.2οἱ μὲν γὰρ ἀρχαῖοι πολύ τι τοῦ τοιούτου μέρους ἐκτὸς ἦσαν· τοσοῦτο γὰρ ἀπηλλοτρίωντο τοῦ κακομηχανεῖν περὶ τοὺς φίλους χάριν τοῦ τῷ τοιούτῳ συναύξειν τὰς σφετέρας δυναστείας, ὥστʼ οὐδὲ τοὺς πολεμίους ᾑροῦντο διʼ ἀπάτης νικᾶν, §13.3.3ὑπολαμβάνοντες οὐδὲν οὔτε λαμπρὸν οὐδὲ μὴν βέβαιον εἶναι τῶν κατορθωμάτων, ἐὰν μή τις ἐκ τοῦ προφανοῦς μαχόμενος ἡττήσῃ ταῖς ψυχαῖς τοὺς ἀντιταττομένους.
因为古人与这种行径相去甚远;他们极其不愿为了通过这种手段扩大自己的统治权而对朋友施展阴谋,以至于他们甚至不愿通过欺诈来战胜敌人,因为他们认为,除非公开交战并在精神上击败对手,否则任何成功既不光彩也不稳固。
§13.3.4διὸ καὶ συνετίθεντο πρὸς σφᾶς μήτʼ ἀδήλοις βέλεσι μήθʼ ἑκηβόλοις χρήσασθαι κατʼ ἀλλήλων, μόνην δὲ τὴν ἐκ χειρὸς καὶ συστάδην γινομένην μάχην ἀληθινὴν ὑπελάμβανον εἶναι κρίσιν πραγμάτων.
因此,他们还彼此约定,不向对方使用隐蔽的投掷武器或远射武器,并且认为只有真刀真枪、短兵相接的战斗才是对局势的真正裁决。
§13.3.5ᾗ καὶ τοὺς πολέμους ἀλλήλοις προύλεγον καὶ τὰς μάχας, ὅτε πρόθοιντο διακινδυνεύειν, καὶ τοὺς τόπους, εἰς οὓς μέλλοιεν ἐξιέναι παραταξόμενοι.
为此,当他们打算决一胜负时,还会互相预告战争和战斗,以及他们准备出兵列阵的地点。
§13.3.6νῦν δὲ καὶ φαύλου φασὶν εἶναι στρατηγοῦ τὸ προφανῶς τι πράττειν τῶν πολεμικῶν.
但如今,人们却说公开进行军事行动是无能将军的标志。
§13.3.7βραχὺ δέ τι λείπεται παρὰ Ῥωμαίοις ἴχνος ἔτι τῆς ἀρχαίας αἱρέσεως περὶ τὰ πολεμικά· καὶ γὰρ προλέγουσι τοὺς πολέμους καὶ ταῖς ἐνέδραις σπανίως χρῶνται καὶ τὴν μάχην ἐκ χειρὸς ποιοῦνται καὶ συστάδην.
不过,在罗马人中间,依然保留着古代军事作风的微弱痕迹;因为他们会预告战争,极少使用埋伏,并且进行真刀真枪、短兵相接的战斗。
§13.3.8ταῦτα μὲν οὖν εἰρήσθω πρὸς τὸν ἐπιπολάζοντα νῦν ὑπὲρ τὸ δέον ἐν τῇ κακοπραγμοσύνῃ ζῆλον περὶ τοὺς ἡγουμένους ἔν τε ταῖς πολιτικαῖς καὶ πολεμικαῖς οἰκονομίαις.
因此,这些话算是针对目前在政治和军事管理中,领导者之间超出必要地蔓延着的对奸诈手段的热衷而说的吧。