Humanitext Reader

波利比奥斯 · 历史 §13.2.1-13.2.5

埃托利亚将领斯科普斯的贪欲与其在亚历山大里亚的灭亡

第 787 段,共 1311 段 · 希腊语

内容简介

本节记述了埃托利亚将军斯科普斯前往亚历山大里亚,尽管获得了丰厚的津贴,却因无法克制贪欲而最终自取灭亡,并在此过程中使用了水肿病患者的喻指。

§13.2.1ὅτι Σκόπας Αἰτωλῶν στρατηγὸς ἀποτυχὼν τῆς ἀρχῆς, ἧς χάριν ἐτόλμα γράφειν τοὺς νόμους, μετέωρος ἦν εἰς τὴν Ἀλεξάνδρειαν, ταῖς ἐκεῖθεν ἐλπίσι πεπεισμένος ἀναπληρώσειν τὰ λείποντα τοῦ βίου καὶ τὴν τῆς ψυχῆς πρὸς τὸ πλεῖον ἐπιθυμίαν, οὐκ εἰδὼς ὅτι, §13.2.2καθάπερ ἐπὶ τῶν ὑδρωπικῶν οὐδέποτε ποιεῖ παῦλαν οὐδὲ κόρον τῆς ἐπιθυμίας ἡ τῶν ἔξωθεν ὑγρῶν παράθεσις, ἐὰν μὴ τὴν ἐν αὐτῷ τῷ σώματι διάθεσιν ὑγιάσῃ τις, τὸν αὐτὸν τρόπον οὐδὲ τὴν πρὸς τὸ πλεῖον ἐπιθυμίαν οἷόν τε κορέσαι μὴ οὐ τὴν ἐν τῇ ψυχῇ κακίαν λόγῳ τινὶ διορθωσάμενον.
埃托利亚人的将军斯科普斯未能获得他为此不惜起草法律的职位,因而心向亚历山大里亚,深信凭借来自那里的希望,可以弥补生活中的不足并满足灵魂对更多财富的渴望,却不知:正如对于患水肿病的人来说,如果不把身体内部的状况治好,外部水分的供给决不能使欲望停止或满足;同样地,如果不通过某种理性来纠正灵魂中的恶,也绝无可能满足对更多财富的欲望。
ἐμφανέστατον δὲ τοῦτο συνέβη γενέσθαι περὶ τὸν ἄνδρα τοῦτον, ὑπὲρ οὗ νῦν ὁ λόγος.
而这件事,在现在谈到的这个男人身上表现得最为明显。
§13.2.3τούτῳ γὰρ εἰς Ἀλεξάνδρειαν ἀφικομένῳ πρὸς ταῖς ἐκ τῶν ὑπαίθρων ὠφελείαις, ὧν ἦν αὐτὸς κύριος διὰ τὸ πιστεύεσθαι περὶ τῶν ὅλων, καὶ τῆς ἡμέρας ἑκάστης ὀψώνιον ἐξέθηκεν ὁ βασιλεὺς αὐτῷ μὲν δεκαμναιαῖον, τοῖς δʼ ἐπί τινος ἡγεμονίας μετʼ αὐτὸν τεταγμένοις μναιαῖον.
因为当他到达亚历山大里亚时,除了由于被托付全权而由他自己支配的野外军事行动收益之外,国王还为他每日发放十米纳的津贴,为紧随其后的各级指挥官发放一米纳。
§13.2.4ἀλλʼ ὅμως οὐκ ἠρκεῖτο τούτοις, ὃς τὸ πρότερον προσκαρτερῶν τῷ πλείονι διετέλεσε, §13.2.5μέχρι διὰ τὴν ἀπληστίαν καὶ παρʼ αὐτοῖς τοῖς διδοῦσι φθονηθεὶς τὸ πνεῦμα προσέθηκε τῷ χρυσίῳ.
尽管如此,他依然不满足于此,他在此之前就一直执着于追求更多,直到最后,因为贪得无厌,甚至连赏赐他的人也对他心生嫉恨,他终于为黄金搭上了性命。

词汇与语法注释

  1. §13.2.1μετέωρος ἦν — 形容词 μετέωρος(悬在空中的、浮动的)在这里形容因对未来的期望而心神不定、跃跃欲试的状态。
  2. §13.2.2μὴ οὐ ... διορθωσάμενον — 在否定主句后,μὴ οὐ 加上分词表示否定条件(“如果不……”)。分词 διορθωσάμενον 采用宾格,是因为它与不定式短语 οἷόν τε κορέσαι 所暗示的未指明的主语(一般人)相一致。
  3. §13.2.5τὸ πνεῦμα προσέθηκε τῷ χρυσίῳ — 直译为“将气息(生命)加于黄金之上”,这是波利比乌斯特有的极具讽刺意味的修辞与惯用表达,表示此人因贪婪而丧生。

引用这一段

波利比奥斯, 历史 §13.2.1-13.2.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:13.2.1-13.2.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。