Humanitext Reader

波利比奥斯 · 历史 §12.6.1-12.6.6

洛克里人对西西里人的誓约与诡计

第 742 段,共 1311 段 · 希腊语

内容简介

记述了洛克里人与当地西西里人缔结誓约的传说,以及他们如何利用鞋里的土和肩膀上的蒜头这一狡诈诡计违背誓言并驱逐西西里人。

§12.6.1συνθῆκαι δὲ πρὸς μὲν τοὺς κατὰ τὴν Ἑλλάδα Λοκροὺς οὔτʼ ἦσαν οὔτʼ ἐλέγοντο παρʼ αὐτοῖς γεγονέναι, πρὸς μέντοι Σικελοὺς πάντες εἶχον ἐν παραδόσει.
然而,在他们之间,既不存在也不曾听说过与希腊本土洛克里人结下的条约,但关于与西西里人结下的条约,所有人都有着世代相传的记忆。
§12.6.2περὶ ὧν ἔλεγον διότι, καθʼ ὃν καιρὸν ἐκ τῆς πρώτης παρουσίας καταλάβοιεν Σικελοὺς κατέχοντας ταύτην τὴν χώραν, ἐν ᾗ νῦν κατοικοῦσι, καταπλαγέντων αὐτοὺς ἐκείνων καὶ προσδεξαμένων διὰ τὸν φόβον, §12.6.3ὁμολογίας ποιήσαιντο τοιαύτας, ἦ μὴν εὐνοήσειν αὐτοῖς καὶ κοινῇ τὴν χώραν ἕξειν, ἕως ἂν ἐπιβαίνωσι τῇ γῇ ταύτῃ καὶ τὰς κεφαλὰς ἐπὶ τοῖς ὤμοις φορῶσι.
关于这些条约,他们说,在最初抵达时,当他们发现西西里人占领着他们如今居住的这片土地时,西西里人因惧怕他们而惊惶,出于恐惧而接纳了他们,他们达成了如下协定,誓言只要他们还踏在这片土地上、肩膀上还顶着脑袋,就必定会对他们保持友好并共同拥有这片土地。
§12.6.4τοιούτων δὲ τῶν ὅρκων γινομένων φασὶ τοὺς Λοκροὺς εἰς μὲν τὰ πέλματα τῶν ὑποδημάτων ἐμβαλόντας γῆν, ἐπὶ δὲ τοὺς ὤμους σκόρδων κεφαλὰς ἀφανεῖς ὑποθεμένους οὕτως ποιήσασθαι τοὺς ὅρκους,
据说,在进行此类誓言时,洛克里人在鞋底里塞了土,并在肩膀上暗中放了蒜头,便如此这般地发了誓。
§12.6.5κἄπειτα τὴν μὲν γῆν ἐκβαλόντας ἐκ τῶν ὑποδημάτων, τὰς δὲ κεφαλὰς τῶν σκόρδων ἀπορρίψαντας μετʼ οὐ πολὺ καιροῦ παραπεσόντος ἐκβαλεῖν τοὺς Σικελοὺς ἐκ τῆς χώρας.
随后,他们把土从鞋里倒出,并扔掉了蒜头,没过多久,趁着机会来临,便将西西里人驱逐出了这片土地。
§12.6.6ταῦτα μὲν οὖν λέγεται παρὰ Λοκροῖς. —
以上就是洛克里人中所传说的故事。

词汇与语法注释

  1. 12.6.1παρʼ αὐτοῖς — 此人称代词根据上下文及与“希腊的洛克里人”的对比,指意大利(厄庇泽斐里乌斯)的洛克里人。
  2. 12.6.2καταλάβοιεν — 这是间接引语从句中的斜格希求法,由过去时主句动词 ἔλεγον 引导,代替了原应使用的直说过去时。
  3. 12.6.2καταπλαγέντων αὐτοὺς ἐκείνων — 这是一个属格绝对结构,以 ἐκείνων(西西里人)为逻辑主语。αὐτούς(洛克里人)作为具有被动/中动意义的分词 καταπλαγέντων(畏惧)的直接宾语(宾格)。
  4. 12.6.3ἕως ἂν ἐπιβαίνωσι — 由 ἕως 账 引导的虚拟语气动词(ἐπιβαίνωσι 和 φορῶσι)表示带有条件性质的时间限制(“只要……就……”)。这一誓言措辞构成了洛克里人随后进行文字游戏和狡诈计划的前提。
  5. 12.6.4σκόρδων κεφαλὰς — 意为“蒜头”,此处的 κεφαλή 与前文 §12.6.3 誓言中的 τὰς κεφαλὰς ἐπὶ τοῖς ὤμοις φορῶσι(肩膀上顶着脑袋)中的 κεφαλή(人头)构成双关。洛克里人正是利用这一语言诡计,在字面上“履行”誓言的同时将其违背。
  6. 12.6.5καιροῦ παραπεσόντος — 由 καιρός(机会)与 παραπίπτω(此处意为“碰巧产生、来临”)的分词构成的属格绝对结构,表示“当机会来临时”这一时间背景。

引用这一段

波利比奥斯, 历史 §12.6.1-12.6.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:12.6.1-12.6.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。