Humanitext Reader

波利比奥斯 · 历史 §12.5.1-12.5.11

关于洛克里起源亚里士多德说的辩护

第 741 段,共 1311 段 · 希腊语

内容简介

波利比乌斯提及自己对洛克里·伊皮泽菲里市的政治贡献,随后通过该市的“百家”制度及“携杯女”祭司职能等具体例证,论证了亚里士多德关于该殖民地起源(源于女性的高贵传统)的说法比蒂迈欧的说法更为真实。

§12.5.1ἐμοὶ δὴ συμβαίνει καὶ παραβεβληκέναι πλεονάκις εἰς τὴν τῶν Λοκρῶν πόλιν καὶ παρεσχῆσθαι χρείας αὐτοῖς ἀναγκαίας·
事实上,我曾多次造访洛克里人的城市,并为他们提供了不可或缺的帮助。
§12.5.2καὶ γὰρ τῆς εἰς Ἰβηρίαν στρατείας αὐτοὺς παραλυθῆναι συνέβη διʼ ἐμὲ καὶ τῆς εἰς Δαλματεῖς, ἣν ὤφειλον κατὰ θάλατταν ἐκπέμπειν Ῥωμαίοις κατὰ τὰς συνθήκας.
因为正是由于我的缘故,他们才得以免于前往伊比利亚的远征,以及免于针对达尔马提亚人的远征,而根据条约,他们原本有义务通过海路为罗马人派遣这支远征军。
§12.5.3ἐξ ὧν καὶ κακοπαθείας καὶ κινδύνου καὶ δαπάνης ἱκανῆς τινος ἀπολυθέντες πᾶσιν ἡμᾶς ἠμείψαντο τοῖς τιμίοις καὶ φιλανθρώποις· διόπερ ὀφείλω μᾶλλον εὐλογεῖν Λοκροὺς ἢ τοὐναντίον.
由于通过这些方式免除了相当大的劳苦、危险和开支,他们以各种荣誉和好意回报了我们;因此,我更应当赞美洛克里人,而不是相反。
§12.5.4ἀλλʼ ὅμως οὐκ ὤκνησα καὶ λέγειν καὶ γράφειν ὅτι τὴν ὑπʼ Ἀριστοτέλους παραδιδομένην ἱστορίαν περὶ τῆς ἀποικίας ἀληθινωτέραν εἶναι συμβαίνει τῆς ὑπὸ Τιμαίου λεγομένης.
然而,我并没有犹豫地口头和书面宣称,亚里士多德所传下来的关于这处殖民地的历史,要比蒂迈欧所说的更为真实。
§12.5.5σύνοιδα γὰρ τοῖς ἀνθρώποις ὁμολογοῦσιν ὅτι παραδόσιμος αὐτοῖς ἐστιν αὕτη περὶ τῆς ἀποικίας ἡ φήμη παρὰ πατέρων, ἣν Ἀριστοτέλης εἴρηκεν, οὐ Τίμαιος.
因为我深知,洛克里人自己也承认,关于殖民地的这一传统——即亚里士多德而非蒂迈欧所记述的那一版本——是他们的父辈世代相传下来的。
καὶ τούτων γε τοιαύτας ἔφερον ἀποδείξεις.
并且,关于这些他们还提出了如下证据。
§12.5.6πρῶτον μὲν ὅτι πάντα τὰ διὰ προγόνων ἔνδοξα παρʼ αὐτοῖς ἀπὸ τῶν γυναικῶν, οὐκ ἀπὸ τῶν ἀνδρῶν ἐστιν, οἷον εὐθέως εὐγενεῖς παρὰ σφίσι νομίζεσθαι τοὺς ἀπὸ τῶν ἑκατὸν οἰκιῶν λεγομένους·
第一,在他们之中,所有源自祖先的显赫名望都是来自女性,而不是来自男性。 例如,在他们那里,那些被称为属于“百家”的人,立刻就会被视为高贵之人。
§12.5.7ταύτας δʼ εἶναι τὰς ἑκατὸν οἰκίας τὰς προκριθείσας ὑπὸ τῶν Λοκρῶν πρὶν ἢ τὴν ἀποικίαν ἐξελθεῖν, ἐξ ὧν ἔμελλον οἱ Λοκροὶ κατὰ τὸν χρησμὸν κληροῦν τὰς ἀποσταλησομένας παρθένους εἰς Ἴλιον.
而这“百家”是指洛克里人在殖民地出发之前所选出的百个家族,根据神谕,洛克里人本应从这些家族中通过抽签选出要送往伊利昂的处女。
§12.5.8τούτων δή τινας τῶν γυναικῶν συνεξᾶραι μετὰ τῆς ἀποικίας, ὧν τοὺς ἀπογόνους ἔτι νῦν εὐγενεῖς νομίζεσθαι καὶ καλεῖσθαι τοὺς ἀπὸ τῶν ἑκατὸν οἰκιῶν.
确实,这些家族中的一些女性随同殖民者一起出发,她们的后代至今仍被视为高贵,并被称为属于“百家”的人。
§12.5.9πάλιν ὑπὲρ τῆς φιαληφόρου παρʼ αὐτοῖς λεγομένης τοιαύτη τις ἱστορία παραδέδοτο, §12.5.10διότι καθʼ ὃν καιρὸν τοὺς Σικελοὺς ἐκβάλοιεν τοὺς κατασχόντας τὸν τόπον τοῦτον τῆς Ἰταλίας, ὧν καὶ ταῖς θυσίαις προηγεῖτο τῶν ἐνδοξοτάτων καὶ τῶν εὐγενεστάτων ὑπάρχων παῖς, αὐτοὶ καὶ πλείω τῶν Σικελικῶν ἐθῶν παραλαβόντες διὰ τὸ μηδὲν αὐτοῖς πάτριον ὑπάρχειν καὶ τοῦτο διαφυλάττοιεν ἀπʼ ἐκείνων, §12.5.11αὐτὸ δὲ τοῦτο διορθώσαιντο, τὸ μὴ παῖδα ποιεῖν ἐξ αὑτῶν τὸν φιαληφόρον, ἀλλὰ παρθένον, διὰ τὴν ἀπὸ τῶν γυναικῶν εὐγένειαν.
此外,关于在他们之中被称为“携杯女”的职务,也有着这样一段传下来的历史:即当他们驱逐了占领意大利这一地区的西西里人时——在这些西西里人的祭祀中,原本是由属于最显赫、最高贵家族的一个男孩来引领仪式——他们自己由于没有任何祖传的习俗,因而采纳了西西里人的大部分习惯,并且也从他们那里继承并保留了这一做法,但唯独修正了这一点,即不从他们自己中让男孩担任“携杯女”,而是让处女担任,这是因为源自女性的高贵身份。

词汇与语法注释

  1. 12.5.2τῆς εἰς Ἰβηρίαν στρατείας αὐτοὺς παραλυθῆναι συνέβη — 不定式短语“αὐτοὺς παραλυθῆναι”(他们被免除)作为无人称动词“συνέβη”(发生了……的事)的主语。不定式“παραλυθῆναι”(“παραλύω”的被动不定式,意为“免除、释放”)支配属格“τῆς ... στρατείας”(远征),整句意为“他们得以免于前往伊比利亚的远征”。
  2. 12.5.5σύνοιδα γὰρ τοῖς ἀνθρώποις ὁμολογοῦσιν — 动词“σύνοιδα”(知道、指明)在此接与格名词“τοῖς ἀνθρώποις”(人们)和与格分词“ὁμολογοῦσιν”(承认),构成了“我知道这些人承认……”的句式。这是“σύνοιδα”接与格表示“知晓某人正在做某事”的典型用法。
  3. 12.5.10τῶν ἐνδοξοτάτων καὶ τῶν εὐγενεστάτων ὑπάρχων παῖς — 现在分词“ὑπάρχων”(“ὑπάρχω”的单数阳性主格)修饰主语“παῖς”(男孩)。当“ὑπάρχω”支配属格(“τῶν ἐνδοξοτάτων...”)时,表示“属于……阶层”或“源自……”,因此整句意为“一个属于最显赫、最高贵家族的男孩”。

引用这一段

波利比奥斯, 历史 §12.5.1-12.5.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:12.5.1-12.5.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。