§12.26d.1τὸ δʼ αὐτὸ καὶ Τιμαίῳ συμβέβηκε περὶ τὴν ἱστορίαν καὶ τοῖς τούτου ζηλωταῖς· παραδοξολόγος γὰρ ὢν καὶ φιλόνεικος περὶ τὸ προτεθὲν τοὺς μὲν πολλοὺς καταπέπληκται τοῖς λόγοις, ἠνάγκακε δʼ αὑτῷ προσέχειν διὰ τὴν ἐπίφασιν τῆς ἀληθινολογίας, τινὰς δὲ καὶ προσκέκληται καὶ μετʼ ἀποδείξεως δοκεῖ πείσειν.
而同样的事情也发生在蒂迈欧的历史写作以及他的追随者身上:因为他对所提出的主题喜欢标新立异且好胜斗勇,他用言论震慑了大多数人,并因其貌似真实的表象而迫使人们关注他,甚至还吸引了一些人,并显得能够用论证来劝服他们。
§12.26d.2καὶ μάλιστα ταύτην γʼ ἐνείργασται τὴν δόξαν ἐκ τῶν περὶ τὰς ἀποικίας καὶ κτίσεις καὶ συγγενείας ἀποφάσεων· §12.26d.3ἐν γὰρ τούτοις τηλικαύτην ἐπίφασιν ποιεῖ διὰ τῆς ἀκριβολογίας καὶ τῆς πικρίας τῆς ἐπὶ τῶν ἐλέγχων, οἷς χρῆται κατὰ τῶν πέλας, ὥστε δοκεῖν τοὺς ἄλλους συγγραφέας ἅπαντας συγκεκοιμῆσθαι τοῖς πράγμασι καὶ κατεσχεδιακέναι τῆς οἰκουμένης, αὐτὸν δὲ μόνον ἐξητακέναι τὴν ἀκρίβειαν καὶ διευκρινηκέναι τὰς ἐν ἑκάστοις ἱστορίας, ἐν οἷς πολλὰ μὲν ὑγιῶς λέγεται, πολλὰ δὲ καὶ ψευδῶς.
而他尤其通过关于殖民、建城及亲族关系的论述,树立了这种声望;因为在这些问题上,通过细节的精确和对邻人所用驳斥的严苛辛辣,他制造了如此巨大的真切感,以至于其他所有历史学家看起来都像是对着史实打瞌睡,对整个文明世界进行了胡乱的草率描述,而唯独他一人审查了其精确性,并澄清了各处的历史——在这些论述中,固然有许多正确的说法,但也有许多是虚假的。
§12.26d.4οὐ μὴν ἀλλʼ οἱ πλείω χρόνον συντραφέντες αὐτοῦ τοῖς πρώτοις ὑπομνήμασιν, ἐν οἷς αἱ περὶ τῶν προειρημένων εἰσὶ συντάξεις, ὅταν ἅπασαν συνταξαμένῳ τὴν ὑπερβολὴν τῆς ἐπαγγελίας ἀποπιστεύσωσι, κἄπειτά τις αὐτοῖς ἀποδεικνύῃ τὸν Τίμαιον, ἐν οἷς πικρότατός ἐστι κατὰ τῶν πέλας, αὐτὸν ἔνοχον ὄντα, καθάπερ ἡμεῖς ἀρτίως ἐπὶ τῶν Λοκρῶν καὶ τῶν ἑξῆς παραπαίοντα συνεστήσαμεν, §12.26d.5δυσέριδες γίνονται καὶ φιλόνεικοι καὶ δυσμετάθετοι, καὶ σχεδὸν ὡς ἔπος εἰπεῖν οἱ φιλοπονώτατα προσεδρεύσαντες τοῖς ὑπομνήμασιν αὐτοῦ τοῦτʼ ἀποφέρονται τὸ λυσιτελὲς ἐκ τῆς ἀναγνώσεως.
尽管如此,那些较长时间浸淫于他早期著作(其中包含关于前述内容的论述)的人,一旦完全相信了他在撰写时所作出的极其夸张的承诺,其后如果有人向他们证明,蒂迈欧本人在对他邻人指责最严苛的那些事情上自己也同样有罪(正像我们刚才在洛克里人及后续事件中所指出的,他自己也在犯错),他们就会变得好作无谓之争、好胜斗勇且难以改变;而且,几乎可以说,那些最勤奋地研读他著作的人,从阅读中带走的“益处”恰恰就是这个。
§12.26d.6οἵ γε μὴν ταῖς δημηγορίαις προσσχόντες αὐτοῦ καὶ καθόλου τοῖς διεξοδικοῖς λόγοις μειρακιώδεις καὶ διατριβικοὶ καὶ τελέως ἀναλήθεις γίνονται διὰ τὰς ἄρτι ῥηθείσας αἰτίας.
而那些关注他的集会演说、并总的来说关注他那长篇大论的人,由于刚才提到的原因,变得孩子气、学究气,并且完全脱离真实。