Humanitext Reader

波利比奥斯 · 历史 §12.26.1-12.26.9

评赫莫克拉底演说中幼稚的陈词滥调

第 776 段,共 1311 段 · 希腊语

内容简介

作者列举了蒂迈欧让赫莫克拉底发表的关于和平与战争的乏味且幼稚陈词滥调及诗歌引用,批评这些论调不过是学校初学者的修辞练习水平,而非历史政治家的真实言论。

§12.26.1ράκιον τὸ τυχόν; ὅς γε πρῶτον μὲν οἴεται δεῖν ἀναμνησθῆναι τοὺς συνέδρους διότι τοὺς κοιμωμένους τὸν ὄρθρον ἐν μὲν τῷ πολέμῳ διεγείρουσιν αἱ σάλπιγγες, κατὰ δὲ τὴν εἰρήνην οἱ ὄρνιθες.
哪怕是一个寻常的青年[也不会使用它们];因为他首先认为,应该让代表们记住,在战争中是军号在黎明唤醒睡梦中的人,而在和平时期则是鸟儿。
§12.26.2μετὰ δὲ ταῦτα τὸν Ἡρακλέα φησὶ τὸν μὲν Ὀλυμπίων ἀγῶνα θεῖναι καὶ τὴν ἐκεχειρίαν δεῖγμα ποιούμενον τῆς αὑτοῦ προαιρέσεως, ὅσοις δʼ ἐπολέμησε, τούτους πάντας βεβλαφέναι κατὰ τὴν ἀνάγκην καὶ κατʼ ἐπιταγήν, ἑκουσίως δὲ παραίτιον οὐδενὶ γεγονέναι κακοῦ τῶν ἀνθρώπων.
在此之后,他说赫拉克勒斯创立了奥林匹亚竞技会和休战协定,以此作为他自己意图的证明;而对于所有与他交战的人,他只是由于迫不得已和受命而伤害了他们,但自愿地,他没有成为任何人类灾祸的起因。
§12.26.3ἑξῆς δὲ τούτοις παρὰ μὲν τῷ ποιητῇ τὸν Δία παρεισάγεσθαι δυσαρεστούμενον τῷ Ἄρει καὶ λέγοντα ἔχθιστος δέ μοί ἐσσι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν· αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε.
紧接着这些,他说在诗人的作品中,宙斯被引入来对阿瑞斯表示不满并说:¦因为对你来说,争斗、战争和战斗永远是心头所好。
§12.26.4ὁμοίως δὲ καὶ τὸν φρονιμώτατον τῶν ἡρώων λέγειν ἀφρήτωρ, ἀθέμιστος, ἀνέστιός ἐστιν ἐκεῖνος ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος. ὁμογνωμονεῖν δὲ τῷ ποιητῇ καὶ τὸν Εὐριπίδην,
”¦ 同样地,他说英雄中最明智的人也说:¦就是那个喜爱可怕的内战之人。
§12.26.5ἐν οἷς φησιν, εἰρήνα βαθύπλουτε, καλλίστα μακάρων θεῶν, ζῆλός μοι σέθεν, ὡς χρονίζεις.
”¦他又说欧里庇得斯也与这位诗人持相同看法,在他说道:¦我渴望着你,你竟迟延如此之久!
δέδοικα δὲ μὴ πρὶν ὑπερβάλῃ με γῆρας, πρὶν σὰν χαρίεσσαν προσιδεῖν ὥραν καὶ καλλιχόρους ἀοιδὰς φιλοστεφάνους τε κώμους.
¦¦和喜爱花冠的狂欢之前。
§12.26.6ἔτι δὲ πρὸς τούτοις ὁμοιότατον εἶναί φησι τὸν μὲν πόλεμον τῇ νόσῳ, τὴν δʼ εἰρήνην τῇ ὑγιείᾳ· τὴν μὲν γὰρ καὶ τοὺς κάμνοντας ἀναλαμβάνειν, ἐν ᾧ δὲ καὶ τοὺς ὑγιαίνοντας ἀπόλλυσθαι.
”¦ 此外,他说战争最像疾病,而和平最像健康;因为后者甚至能使病患者康复,而在前者中,连健康的人也会丧生。
§12.26.7καὶ κατὰ μὲν τὴν εἰρήνην τοὺς πρεσβυτέρους ὑπὸ τῶν νέων θάπτεσθαι κατὰ φύσιν, ἐν δὲ τῷ πολέμῳ τἀναντία, §12.26.8τὸ δὲ μέγιστον ἐν μὲν τῷ πολέμῳ μηδʼ ἄχρι τῶν τειχῶν εἶναι τὴν ἀσφάλειαν, κατὰ δὲ τὴν εἰρήνην μέχρι τῶν τῆς χώρας ὅρων, καὶ τούτοις ἕτερα παραπλήσια.
又说,在和平时期,长者按照自然规律由年轻人安葬,而在战争中则相反,而最重要的是,在战争中,安全甚至无法保障到城墙边,而在和平中,则可以保障到国境边,以及其他与这些相似的事情。
§12.26.9θαυμάζω δὴ τίσι ποτʼ ἂν ἄλλοις ἐχρήσατο λόγοις ἢ προφοραῖς μειράκιον ἄρτι γενόμενον περὶ διατριβὰς καὶ τὰς ἐκ τῶν ὑπομνημάτων πολυπραγμοσύνας καὶ βουλόμενον παραγγελματικῶς ἐκ τῶν παρεπομένων τοῖς προσώποις ποιεῖσθαι τὴν ἐπιχείρησιν· δοκεῖ γὰρ οὐχ ἑτέροις, ἀλλὰ τούτοις οἷς Τίμαιος Ἑρμοκράτην κεχρῆσθαί φησι.
事实上,我倒想知道,一个刚接触学校练习和从回忆录中搜寻知识、并希望按照教科书规则根据人物属性进行论证的年轻人,究竟会使用什么其他的言论或表达方式;因为他似乎使用的不是别的,正是那些蒂迈欧声称赫莫克拉底使用过的论据。

词汇与语法注释

  1. §12.26.1ράκιον — 该词与前一个分块末尾的音节 `μει` 相连,构成 `μειράκιον`(年轻人)。与 `τὸ τυχόν` 连用作主语,暗示了省略的过去非虚拟语气动词,意为“哪怕是任何普通的年轻人[也不会使用这些论据]”。
  2. §12.26.6τὴν μὲν γὰρ καὶ τοὺς κάμνοντας ἀναλαμβάνειν — 阴性单数宾格代词 `τὴν μὲν` 指代前文的阴性名词 `τὴν δʼ εἰρήνην`(和平)或 `τῇ ὑγιείᾳ`(健康)。语义上,它承担了“使病患者康复”的积极作用,与后文的 `ἐν ᾧ δὲ`(在战争/疾病中)形成对比。
  3. §12.26.9μειράκιον ἄρτι γενόμενον περὶ διατριβὰς — 介词 `περὶ` 在此表示“从事于”或“沉浸于”学校的修辞练习(`διατριβὰς`)。整句以带 `ἄν` 的过去直陈风貌潜在句(`ἂν ἐχρήσατο`)为骨架,构成一个反问与批判性的设问:“一个刚接触学校练习的年轻人,究竟还会使用什么其他表达方式呢?”

引用这一段

波利比奥斯, 历史 §12.26.1-12.26.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:12.26.1-12.26.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。