§12.25g.1ὅτι οὔτε περὶ τῶν κατὰ πόλεμον συμβαινόντων δυνατόν ἐστι γράψαι καλῶς τὸν μηδεμίαν ἐμπειρίαν ἔχοντα τῶν πολεμικῶν ἔργων οὔτε περὶ τῶν ἐν ταῖς πολιτείαις τὸν μὴ πεπειραμένον τῶν τοιούτων πράξεων καὶ περιστάσεων.
事实上,对于一个对军事行动毫无经验的人来说,是不可能写好战争中所发生的事情的;而对于一个没有经历过此类实践和环境的人来说,也是不可能写好政治事务中所发生的事情的。
§12.25g.2λοιπὸν οὔτʼ ἐμπείρως ὑπὸ τῶν βυβλιακῶν οὔτʼ ἐμφαντικῶς οὐδενὸς γραφομένου συμβαίνει τὴν πραγματείαν ἄπρακτον γίνεσθαι τοῖς ἐντυγχάνουσιν·
因此,由于仅凭书本者所写的内容既无实际经验又无迫真感,他们的著作对读者来说就变得毫无用处。
εἰ γὰρ ἐκ τῆς ἱστορίας ἐξέλοι τις τὸ δυνάμενον ὠφελεῖν ἡμᾶς, τὸ λοιπὸν αὐτῆς ἄζηλον καὶ ἀνωφελὲς γίνεται παντελῶς.
因为如果有人从历史中拿走能对我们有益的东西,那么它的其余部分就变得完全索然无味且毫无益处了。
§12.25g.3ἔτι δὲ περὶ τῶν πόλεων καὶ τόπων ὅταν ἐπιβάλωνται γράφειν τὰ κατὰ μέρος, ὄντες ἀτριβεῖς τῆς τοιαύτης ἐμπειρίας, δῆλον ὡς ἀνάγκη συμβαίνειν τὸ παραπλήσιον, καὶ πολλὰ μὲν ἀξιόλογα παραλείπειν, περὶ πολλῶν δὲ ποιεῖσθαι πολὺν λόγον οὐκ ἀξίων ὄντων·
此外,当他们试图详细描述城市和地方时,由于对这类经验极不熟悉,显然必然会发生类似的情况,即漏掉了许多值得注意的事情,而对许多不值一提的事情大肆渲染。
ὃ δὴ συμβαίνει μάλιστα Τιμαίῳ διὰ τὴν ἀορασίαν.
由于缺乏亲眼观察,这正是最常发生在蒂迈欧身上的情况。