§12.25a.1ὅτι περὶ Τιμαίου φησὶν ὁ Πολύβιος ὁ Μεγαλοπολίτης· καθάπερ γὰρ ἐκ τῶν παροιμιῶν ἱκανὸν εἶναί φασι σταλαγμὸν ἕνα τοῦ μεγίστου τεύχους εἰς τὸ γνῶναι τὸ πᾶν ἔγχυμα, τὸν αὐτὸν τρόπον καὶ περὶ τῶν ὑποκειμένων χρὴ διαλαμβάνειν·
梅加洛波利斯的波利比乌斯关于提麦奥斯这样说道:正如人们常引用谚语所说,从最大的容器中倒出的一滴水就足以让人了解其中的全部液体,我们同样也应当对当前讨论的主题做出判断。
§12.25a.2ἐπειδὰν γὰρ ἓν ἢ δεύτερον εὑρεθῇ ψεῦδος ἐν τοῖς συγγράμμασι, καὶ τοῦτο γεγονὸς ᾖ κατὰ προαίρεσιν, δῆλον ὡς οὐδὲν ἂν ἔτι βέβαιον οὐδʼ ἀσφαλὲς γένοιτο τῶν ὑπὸ τοῦ τοιούτου συγγραφέως λεγομένων.
因为,一旦在历史著作中发现了一两个谎言,且这是有意为之,那么显然,这类历史学家所说的一切话,便都再无任何确实与可靠可言。
§12.25a.3ἵνα δὲ καὶ τοὺς φιλοτιμότερον διακειμένους μεταπείσωμεν, ῥητέον ἂν εἴη περὶ τῆς αἱρέσεως αὐτοῦ καὶ μελέτης τῆς κατὰ τὰς δημηγορίας καὶ τὰς παρακλήσεις, ἔτι δὲ τοὺς πρεσβευτικοὺς λόγους, καὶ συλλήβδην πᾶν τὸ τοιοῦτο γένος, ἃ σχεδὸν ὡς εἰ κεφάλαια τῶν πράξεών ἐστι καὶ συνέχει τὴν ὅλην ἱστορίαν·
然而,为了说服那些偏执地维护他的人,我们应该谈谈他在公众演说、动员演说、外交使节演说,以及总而言之所有此类体裁中的抉择与作风,这些几乎可以说是历史事件的核心,并维系着整个历史。
§12.25a.4διότι γὰρ ταῦτα παρʼ ἀλήθειαν ἐν τοῖς ὑπομνήμασι κατατέταχε Τίμαιος, καὶ τοῦτο πεποίηκε κατὰ πρόθεσιν, τίς οὐ παρακολουθεῖ τῶν ἀνεγνωκότων;
因为,凡是读过这些记录的人,谁会看不出提麦奥斯在自述中违背事实地编造了这些内容,而且是故意为之呢?
§12.25a.5οὐ γὰρ τὰ ῥηθέντα γέγραφεν, οὐδʼ ὡς ἐρρήθη κατʼ ἀλήθειαν, ἀλλὰ προθέμενος ὡς δεῖ ῥηθῆναι, πάντας ἐξαριθμεῖται τοὺς ῥηθέντας λόγους καὶ τὰ παρεπόμενα τοῖς πράγμασιν οὕτως ὡς ἂν εἴ τις ἐν διατριβῇ πρὸς ὑπόθεσιν ἐπιχειροίη ὥσπερ ἀπόδειξιν τῆς ἑαυτοῦ δυνάμεως ποιούμενος, ἀλλʼ οὐκ ἐξήγησιν τῶν κατʼ ἀλήθειαν εἰρημένων. —
因为他既没有记录下实际说过的话,也没有按当时说话的真实情况来写,而是设定了应当如何发言,从而罗列了所有说过的演说和事件的附带情况,这完全就像有人在学园里针对某个假定的话题进行修辞练习,仿佛是在展示自己的能力,而不是对实际说过的言论进行叙述。