§12.24.1ὅτι διαπορεῖν ἔστι περὶ τῆς αἱρέσεως Τιμαίου.
我们可以对提麦奥斯的选择感到大惑不解。
φησὶ γὰρ τοὺς ποιητὰς καὶ συγγραφέας διὰ τῶν ὑπεράνω πλεονασμῶν ἐν τοῖς ὑπομνήμασι διαφαίνειν τὰς ἑαυτῶν φύσεις.
因为他声称,诗人和历史学家在著作中通过那些过度的冗长描述,暴露了他们自己的本性。
§12.24.2λέγων τὸν μὲν ποιητὴν ἐκ τοῦ δαιτρεύειν πολλαχοῦ τῆς ποιήσεως ὡς ἂν εἰ γαστρίμαργον παρεμφαίνειν, τὸν δʼ Ἀριστοτέλην, ὀψαρτύοντα πλεονάκις ἐν τοῖς συγγράμμασιν, ὀψοφάγον εἶναι καὶ λίχνον.
也就是说,他称诗人因为在诗作的多处地方描写切肉,仿佛流露出自己是个饕餮之徒;而亚里士多德由于在著作中经常谈论烹调调味,因而是一个美食家和贪食者。
§12.24.3τὸν αὐτὸν τρόπον ἐπὶ τοῦ Διονυσίου τοῦ τυράννου, κλινοκοσμοῦντος καὶ τὰς τῶν ὑφασμάτων ἰδιότητας καὶ ποικιλίας ἐξεργαζομένου συνεχῶς.
对于僭主狄奥尼修斯也是同样的方式,因为他不断描写布置卧榻以及织物的特性和花纹。
§12.24.4ἀνάγκη τὴν ἀκόλουθον ποιεῖσθαι διάληψιν καὶ δυσαρεστεῖσθαι κατὰ τὴν προαίρεσιν.
因此,不得不对做出相应的判断,并对他的这种倾向感到厌恶。
§12.24.5οὗτος γὰρ ἐν μὲν ταῖς τῶν πέλας κατηγορίαις πολλὴν ἐπιφαίνει δεινότητα καὶ τόλμαν, ἐν δὲ ταῖς ἰδίαις ἀποφάσεσιν ἐνυπνίων καὶ τεράτων καὶ μύθων ἀπιθάνων καὶ συλλήβδην δεισιδαιμονίας ἀγεννοῦς καὶ τερατείας γυναικώδους ἐστὶ πλήρης.
因为这人在指责邻人时展现出极大的锐利和大胆,但在他自己的言论中,却充满了梦境、预兆、不可信的神话,总而言之,充满了卑俗的迷信和女人般的怪力乱神。
§12.24.6οὐ μὴν ἀλλὰ διότι γε συμβαίνει διὰ τὴν ἀπειρίαν καὶ κακοκρισίαν πολλοὺς ἐνίοτε καθάπερ εἰ παρόντας τρόπον τινὰ μὴ παρεῖναι καὶ βλέποντας μὴ βλέπειν ἐκ τῶν εἰρημένων τε νῦν καὶ τῶν Τιμαίῳ συμβεβηκότων γέγονε φανερόν. —
然而,由于缺乏经验和判断力差,许多人有时虽然在场却在某种意义上不在场、虽在看却看不见,这一情况从刚才所说的话以及发生在提麦奥斯身上的事情中,已经变得十分明显。