Humanitext Reader

波利比奥斯 · 历史 §12.23.1-12.23.8

批判提麦奥斯对提摩莱昂的过分夸大

第 763 段,共 1311 段 · 希腊语

内容简介

波里比阿指出了猛烈攻击他人的历史学家提麦奥斯自身所犯下的两个重大错误。提麦奥斯将提摩莱昂的地位夸大至超越神明,这源于他企图借此将自己撰写的西西里史提升至与通史同等地位的私心。

§12.23.1ὅτι κατὰ τοῦ Ἐφόρου Τίμαιος πλείστην πεποίηται καταδρομήν, αὐτὸς ὢν δυσὶν ἁμαρτήμασιν ἔνοχος, §12.23.2τῷ μὲν ὅτι πικρῶς κατηγορεῖ τῶν πέλας ἐπὶ τούτοις οἷς αὐτὸς ἔνοχός ἐστι, τῷ δὲ διότι καθόλου διέφθαρται τῇ ψυχῇ, τοιαύτας ἀποφάσεις ἐκτιθέμενος ἐν τοῖς ὑπομνήμασι καὶ τοιαύτας ἐντίκτων δόξας τοῖς ἐντυγχάνουσι.
提麦奥斯对埃福罗斯进行了最猛烈的攻击,但他自己却犯了两个错误:其一是他对自己也犯下的那些事对邻人进行刻毒的指责;其二是他在灵魂上彻底腐坏,在自己的备忘录中发表如此言论,并向读者灌输如此成见。
§12.23.3πλὴν εἰ τὸν Καλλισθένην θετέον εἰκότως κολασθέντα μεταλλάξαι τὸν βίον, τί χρὴ πάσχειν Τίμαιον;
不过,如果必须认为卡利斯提尼因受到合理的惩解决而结束了生命,那么提麦奥斯应该遭受什么惩罚呢?
πολὺ γὰρ ἂν δικαιότερον τούτῳ νεμεσήσαι τὸ δαιμόνιον ἢ Καλλισθένει.
因为神明对这人发怒,要比对卡利斯提尼发怒合理得多。
§12.23.4ἐκεῖνος μὲν οὖν ἀποθεοῦν Ἀλέξανδρον ἐβουλήθη, Τίμαιος δὲ μείζω ποιεῖ Τιμολέοντα τῶν ἐπιφανεστάτων θεῶν, §12.23.5καὶ Καλλισθένης μὲν ἄνδρα τοιοῦτον, ὃν πάντες μεγαλοφυέστερον ἢ κατʼ ἄνθρωπον γεγονέναι τῇ ψυχῇ συγχωροῦσιν, §12.23.6οὗτος δὲ Τιμολέοντα τὸν οὐχ οἷον δόξαντά τι πεπραχέναι μεγαλεῖον, ἀλλʼ οὐδʼ ἐπιβαλόμενον, μίαν δʼ ἐν τῷ βίῳ γραμμὴν διανύσαντα, καὶ ταύτην οὐδὲ σπουδαίαν τρόπον τινὰ πρὸς τὸ μέγεθος τῆς οἰκουμένης, λέγω δὲ τὴν ἐκ τῆς πατρίδος εἰς Συρακούσας.
因为前者希望将亚历山大封为神,而提麦奥斯却使提摩莱昂比最显赫的神明还要伟大;况且卡利斯提尼是对这样一个在灵魂上被众人公认为具有超凡天赋的人,而这人则是对提摩莱昂如此,提摩莱昂不仅没有被认为做过任何伟大的事,甚至根本没有尝试过,他一生中只走完了一条路线,且与整个已知世界的规模相比,这在某种程度上微不足道——我指的是从他的祖国到叙拉古的路线。
§12.23.7ἀλλά μοι δοκεῖ πεισθῆναι Τίμαιος ὡς, ἂν Τιμολέων, πεφιλοδοξηκὼς ἐν αὐτῇ Σικελίᾳ, καθάπερ ἐν ὀξυβάφῳ, σύγκριτος φανῇ τοῖς ἐπιφανεστάτοις τῶν ἡρώων, κἂν αὐτὸς ὑπὲρ Ἰταλίας μόνον καὶ Σικελίας πραγματευόμενος εἰκότως παραβολῆς ἀξιωθῆναι τοῖς ὑπὲρ τῆς οἰκουμένης καὶ τῶν καθόλου πράξεων πεποιημένοις τὰς συντάξεις.
但在我看来,提麦奥斯似乎确信:如果仅在西西里(仿佛在醋碟中)获得名声的提摩莱昂,能够被看作可与最显赫的英雄相比,那么仅致力于意大利和西西里历史的自己,也理所当然地可以与那些撰写了关于已知世界和通史的著作的人相提并论。
§12.23.8περὶ μὲν οὖν Ἀριστοτέλους καὶ Θεοφράστου καὶ Καλλισθένους, ἔτι δʼ Ἐφόρου καὶ Δημοχάρους, ἱκανὰ ταῦθʼ ἡμῖν ἐστι πρὸς τὴν Τιμαίου καταδρομήν, ὁμοίως δὲ καὶ πρὸς τοὺς ἀφιλοτίμως πεπεισμένους ἀληθεύειν τὸν συγγραφέα τοῦτον. —
那么,关于亚里士多德、泰奥弗拉斯托斯和卡利斯提尼,以及埃福罗斯和德莫哈里斯,对于提麦奥斯的攻击,以及对于那些盲目相信这位历史学家说真话的人,我们所说的这些已经足够了。

词汇与语法注释

  1. 12.23.1ὅτι — 在摘录文本中,这个引导词 ὅτι 是引入章节主题的常见公式(意为“关于……/……之事”)。
  2. 12.23.2τῷ μὲν ... τῷ δὲ ... — 与 δυσὶν ἁμαρτήμασιν ἔνοχος(犯了两个错误)同位,表示原因或方面的与格。
  3. 12.23.6οὐχ οἷον δόξαντά τι πεπραχέναι — οὐχ οἷον 在此作惯用语,意为“非但没有……(甚至连……都没有)”,与后文的 ἀλλʼ οὐδʼ 相呼应。
  4. 12.23.7κἂν αὐτὸς ... παραβολῆς ἀξιωθῆναι — 潜在语气助词 ἄν(在 κἂν = καὶ ἄν 中)修饰不定式 ἀξιωθῆναι,该不定式处于由 πεισθῆναι ὡς 引导的间接引语中,对应直接引语中带有 ἄν 的潜在希求法或直说法过去时。
  5. 12.23.7ἐν ὀξυβάφῳ — ὀξύβαφον 字面意思是“醋碟”,在此处用作比喻,指极小或微不足道的空间。

引用这一段

波利比奥斯, 历史 §12.23.1-12.23.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:12.23.1-12.23.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。