§12.22.1τὰ μὲν γὰρ ἅμα τούτοις ἀλογήματα μακρὸν ἂν εἴη λέγειν πάντα πλὴν τελέως ὀλίγων.
因为如果要把伴随这些而来的所有荒谬之处全部说出来,除了极少数之外,那将是一篇长篇大论。
§12.22.2φησὶ γὰρ τὸν Ἀλέξανδρον σπουδάζειν κατὰ τὴν τάξιν, ἵνα κατὰ τὸν Δαρεῖον αὐτὸν ποιήσηται τὴν μάχην· ὁμοίως δὲ κατὰ μὲν ἀρχὰς καὶ τὸν Δαρεῖον αὐτὸν βούλεσθαι κατὰ τὸν Ἀλέξανδρον, ὕστερον δὲ μετανοῆσαι.
因为他说,亚历山大为了能与大流士本人直接交战而急于调整阵列;同样,起初大流士本人也希望对阵亚历山大,但后来改变了主意。
§12.22.3πῶς δʼ ἐπέγνωσαν ἀλλήλους οὗτοι ποῦ τῆς ἰδίας δυνάμεως ἔχουσι τὴν τάξιν, ἢ ποῦ μετέβη πάλιν ὁ Δαρεῖος, ἁπλῶς οὐδὲν λέγεται.
但是,这两个人究竟是如何得知对方在各自军队中的哪个位置部署了阵列,或者大流士后来又移动到了哪里,对此根本一字未提。
§12.22.4πῶς δὲ προσανέβη πρὸς τὴν ὀφρὺν τοῦ ποταμοῦ φαλαγγιτῶν τάξις, ἀπότομον οὖσαν καὶ βατώδη;
此外,方阵兵的队形又是如何攀上那既陡峭又长满荆棘的河岸的呢?
καὶ γὰρ τοῦτο παρὰ λόγον.
因为这也是不合常理的。
§12.22.5Ἀλεξάνδρῳ μὲν οὖν οὐκ ἐποιστέον τὴν τοιαύτην ἀτοπίαν διὰ τὸ πᾶσιν ὁμολογουμένην παραλαμβάνεσθαι περὶ αὐτοῦ τὴν ἐν τοῖς πολεμικοῖς ἐμπειρίαν καὶ τριβὴν ἐκ παιδός,
因此,我们不应该把这种荒谬归咎于亚历山大,因为他自幼在军事上的经验和锻炼是众所公认的。
§12.22.6τῷ δὲ συγγραφεῖ μᾶλλον, ὃς διὰ τὴν ἀπειρίαν οὐδὲ τὸ δυνατὸν καὶ τὸ μὴ δυνατὸν ἐν τοῖς τοιούτοις δύναται διευκρινεῖν.
倒不如说这更应该归咎于这位历史学家,他由于缺乏经验,在这些事情上甚至无法辨别可能与不可能。
§12.22.7περὶ μὲν οὖν Ἐφόρου καὶ Καλλισθένους ταῦθʼ ἡμῖν εἰρήσθω.
那么,关于埃福罗斯和卡利斯提尼,我们暂且说到这里。