§12.2.1τὰ παραπλήσια τοῖς περὶ τὸν Ἡρόδοτον ἱστορεῖ περὶ τοῦ ἐν Λιβύῃ καλουμένου λωτοῦ αὐτόπτης γενόμενος ὁ Μεγαλοπολίτης Πολύβιος ἐν τῇ ιβ# τῶν ἱστοριῶν λέγων οὕτως· " §12.2.2ἔστι δὲ τὸ δένδρον ὁ λωτὸς οὐ μέγα, τραχὺ δὲ καὶ ἀκανθῶδες, ἔχει δὲ φύλλον χλωρὸν παραπλήσιον τῇ ῥάμνῳ, μικρὸν βαθύτερον καὶ πλατύτερον.
梅加洛波利斯的波里比乌斯曾亲眼目睹,他在《历史》第十二卷中记载了关于在利比亚被称为“洛托斯”的事物,其叙述与希罗多德等人的记载相似,他这样说道:“洛托斯这种树木并不大,而是粗糙且多刺,它长有与鼠李相似的绿色叶子,但稍微深一些、宽一些。
§12.2.3ὁ δὲ καρπὸς τὰς μὲν ἀρχὰς ὅμοιός ἐστι καὶ τῇ χρόᾳ καὶ τῷ μεγέθει ταῖς λευκαῖς μυρτίσι ταῖς τετελειωμέναις, §12.2.4αὐξανόμενος δὲ τῷ μὲν χρώματι γίνεται φοινικοῦς, τῷ δὲ μεγέθει ταῖς γογγύλαις ἐλαίαις παραπλήσιος, πυρῆνα δὲ ἔχει τελέως μικρόν.
其果实起初在颜色和大小上都类似于发育完全的白香桃木果,但随着生长,它在颜色上变得红艳,在大小上与圆橄榄相似,并且含有极小的果核。
§12.2.5ἐπὰν δὲ πεπανθῇ, συνάγουσι, καὶ τὸν μὲν τοῖς οἰκέταις μετὰ χόνδρου κόψαντες σάττουσιν εἰς ἀγγεῖα, τὸν δὲ τοῖς ἐλευθέροις ἐξελόντες τὸν πυρῆνα συντιθέασιν ὡσαύτως, καὶ σιτεύονται τοῦτον.
当它成熟时,人们将其采收,其中一部分他们为了奴仆,与粗麦一同捣碎并塞进容器中;另一部分则为了自由人,去掉果核后同样装好,他们以此为食。
§12.2.6ἔστι δὲ τὸ βρῶμα παραπλήσιον σύκῳ καὶ φοινικοβαλάνῳ, τῇ δὲ εὐωδίᾳ βέλτιον.
这种食物类似于无花果和椰枣,但在香气上更胜一筹。
§12.2.7γίνεται δὲ καὶ οἶνος ἐξ αὐτοῦ βρεχομένου καὶ τριβομένου διʼ ὕδατος, κατὰ μὲν τὴν γεῦσιν ἡδὺς καὶ ἀπολαυστικός, οἰνομέλιτι χρηστῷ παραπλήσιος, ᾧ χρῶνται χωρὶς ὕδατος.
此外,将果实浸泡在水中并加以研磨,还可以制成酒;在口感上,它甘甜且令人愉悦,类似于优质的蜜酒,他们饮用时无需兑水。
§12.2.8οὐ δύναται δὲ πλέον δέκα μένειν ἡμερῶν· διὸ καὶ ποιοῦσι κατὰ βραχὺ πρὸς τὴν χρείαν.
但它无法保存十天以上;因此,他们根据需要少量制作。
ποιοῦσι δὲ καὶ ὄξος ἐξ αὐτῶν.
他们还用这些果实制作醋。
"
”