§12.3.1τὴν μὲν τῆς χώρας ἀρετὴν πᾶς ἄν τις θαυμάσειε, §12.3.2τὸν δὲ Τίμαιον εἴποι τις ἂν οὐ μόνον ἀνιστόρητον γεγονέναι περὶ τῶν κατὰ τὴν Λιβύην, ἀλλὰ καὶ παιδαριώδη καὶ τελέως ἀσυλλόγιστον καὶ ταῖς ἀρχαίαις φήμαις ἀκμὴν ἐνδεδεμένον, ἃς παρειλήφαμεν, ὡς ἀμμώδους πάσης καὶ ξηρᾶς καὶ ἀκάρπου καθυπαρχούσης τῆς Λιβύης.
\n任何人都会赞美这个地方的富庶,\n\n但人们或许会说,蒂迈欧不仅对利比亚的情况一无所知,而且幼稚且完全不合逻辑,依然受困于我们所听到的那些古老传闻,即认为整个利比亚都是沙地、干燥且不毛之地。
§12.3.3ὁ δʼ αὐτὸς λόγος καὶ περὶ τῶν ζῴων.
\n\n关于动物也是同样的说法。
τό τε γὰρ τῶν ἵππων καὶ τῶν βοῶν καὶ προβάτων, ἅμα δὲ τούτοις αἰγῶν πλῆθος τοσοῦτόν ἐστι κατὰ τὴν χώραν ὅσον οὐκ οἶδʼ εἰ δύναιτʼ ἂν εὑρεθῆναι κατὰ τὴν λοιπὴν οἰκουμένην, §12.3.4διὰ τὸ πολλὰ τῶν κατὰ Λιβύην ἐθνῶν τοῖς μὲν ἡμέροις μὴ χρῆσθαι καρποῖς, ἀπὸ δὲ τῶν θρεμμάτων καὶ σὺν τοῖς θρέμμασιν ἔχειν τὸν βίον.
因为在这个地方,马、牛、羊以及山羊的数量是如此之多,以至于我不知道在有人居住的世界的其他地方是否还能找到这么多,\n\n这是因为利比亚的许多民族不利用栽培的作物,而是依靠牲畜并与牲畜一起维持生计。
§12.3.5καὶ μὴν τὸ τῶν ἐλεφάντων καὶ λεόντων καὶ παρδάλεων πλῆθος καὶ τὴν ἀλκήν, ἔτι δὲ βουβάλων κάλλος καὶ στρουθῶν μεγέθη, τίς οὐχ ἱστόρησεν;
\n\n此外,关于大象、狮子和豹子的数量与强悍,还有野牛的美丽和鸵鸟的巨大,谁没有记载过呢?
ὧν κατὰ μὲν τὴν Εὐρώπην τὸ παράπαν οὐδέν ἐστιν, ἡ δὲ Λιβύη πλήρης ἐστὶ τῶν προειρημένων.
这些在欧洲完全没有,而利比亚却充满了上述动物。
§12.3.6περὶ ὧν οὐδὲν ἱστορήσας Τίμαιος ὥσπερ ἐπίτηδες τἀναντία τοῖς κατʼ ἀλήθειαν ὑπάρχουσιν ἐξηγεῖται.
\n\n蒂迈欧对这些只字未提,仿佛故意般地,作出了与事实完全相反的解释。
§12.3.7καθάπερ δὲ καὶ περὶ τῶν κατὰ Λιβύην ἀπεσχεδίακεν, οὕτως καὶ περὶ τῶν κατὰ τὴν νῆσον τὴν προσαγορευομένην Κύρνον.
\n\n正如他对利比亚的情况信口开河一样,他对被称为科努斯(库尔诺斯)的岛屿的情况也是如此。
§12.3.8καὶ γὰρ ὑπὲρ ἐκείνης μνημονεύων ἐν τῇ δευτέρᾳ βύβλῳ φησὶν αἶγας ἀγρίας καὶ πρόβατα καὶ βοῦς ἀγρίους ὑπάρχειν ἐν αὐτῇ πολλούς, ἔτι δʼ ἐλάφους καὶ λαγὼς καὶ λύκους καί τινα τῶν ἄλλων ζῴων, καὶ τοὺς ἀνθρώπους περὶ ταῦτα διατρίβειν κυνηγετοῦντας καὶ τὴν ὅλην τοῦ βίου διαγωγὴν ἐν τούτοις ἔχειν.
\n\n因为他在第二卷中提到该岛时,声称岛上有许多野山羊、绵羊和野牛,还有鹿、野兔、狼和其他一些动物,人们整天围着这些动物打猎,并且他们整个生活的度日方式都在其中。
§12.3.9κατὰ δὲ τὴν προειρημένην νῆσον οὐχ οἷον αἲξ ἄγριος ἢ βοῦς, ἀλλʼ οὐδὲ λαγὼς οὐδὲ λύκος οὐδʼ ἔλαφος οὐδʼ ἄλλο τῶν τοιούτων ζῴων οὐδέν ἐστι, πλὴν ἀλωπέκων καὶ κυνίκλων καὶ προβάτων ἀγρίων.
\n\n然而,在上述岛上,且不说野山羊或野牛,甚至连野兔、狼、鹿或任何其他此类动物都完全没有,除了狐狸、野兔状小兽(穴兔)和野羊。
§12.3.10ὁ δὲ κύνικλος πόρρωθεν μὲν ὁρώμενος εἶναι δοκεῖ λαγὼς μικρός, ὅταν δʼ εἰς τὰς χεῖρας λάβῃ τις, μεγάλην ἔχει διαφορὰν καὶ κατὰ τὴν ἐπιφάνειαν καὶ κατὰ τὴν βρῶσιν·
\n\n这种野兔状小兽从远处看似乎是一只小野兔,但当人把它拿到手里时,无论在外观还是在食用口感上,都有很大的不同。
γίνεται δὲ τὸ
而它……