§12.18.1πῶς δὲ προέταξε τούτους πρὸ τῆς φάλαγγος, τοῦ ποταμοῦ ῥέοντος παρʼ αὐτὴν τὴν στρατοπεδείαν, δυσχερὲς κατανοῆσαι, καὶ ταῦτα τῷ πλήθει τοσούτων ὑπαρχόντων.
然而,在河流紧贴着营地流动的情况下,他如何能将这些兵力布置在方阵前方,尤其是当他们的数量如此庞大时,这是难以理解的。
§12.18.2τρισμύριοι μὲν γὰρ ἱππεῖς ὑπῆρχον, ὡς αὐτὸς ὁ Καλλισθένης φησί, τρισμύριοι δὲ μισθοφόροι· πόσου δʼ εἶχον οὗτοι τόπου χρείαν, εὐχερὲς καταμαθεῖν.
因为正如卡利斯提尼自己所说,当时有三万骑兵和三万雇佣兵;而这些兵力需要多少空间,是很容易明白的。
§12.18.3πλεῖστον μὲν γὰρ ἱππέων τάττεται βάθος ἐπʼ ὀκτὼ πρὸς ἀληθινὴν χρείαν, καὶ μεταξὺ τῶν ἰλῶν ἑκάστης ἴσον ὑπάρχειν δεῖ διάστημα τοῖς μετώποις πρὸς τὸ ταῖς ἐπιστροφαῖς δύνασθαι καὶ τοῖς περισπασμοῖς εὐχρηστεῖν.
因为在实际战斗需要中,骑兵配置的最大深度是八列,而且在每个骑兵队之间,必须留有等同于其正面宽度的距离,以便于他们能够进行转弯和回旋而便于行动。
§12.18.4ἐξ ὧν τὸ στάδιον ὀκτακοσίους λαμβάνει, τὰ δὲ δέκα τοὺς ὀκτακισχιλίους, τὰ δὲ τέτταρα τρισχιλίους διακοσίους, ὥστʼ ἀπὸ τῶν μυρίων χιλίων διακοσίων πεπληρῶσθαι τὸν τῶν τετταρεσκαίδεκα σταδίων τόπον.
由此,一斯塔德能容纳八百人,十斯塔德容纳八千人,四斯塔德容纳三千二百人,因此十四斯塔德的空间就被一万一千二百人填满了。
§12.18.5ἐὰν δὲ πάντας ἐκτάττῃ τοὺς τρισμυρίους, βραχὺ λείπει τοῦ τριφαλαγγίαν ἐπάλληλον εἶναι τῶν ἱππέων αὐτῶν.
如果他把全部三万骑兵都排开,那么仅这些骑兵就几乎构成了彼此重叠的三重方阵。
§12.18.6εἰς ποῖον οὖν τόπον ἐτάττετο τὸ τῶν μισθοφόρων πλῆθος;
那么,那大批的雇佣兵被安置在什么地方呢?
εἰ μὴ νὴ Δία κατόπιν τῶν ἱππέων.
除非凭着宙斯发誓,他们是在骑兵的后面。
ἀλλʼ οὔ φησιν, ἀλλὰ συμπεπτωκέναι τούτους τοῖς Μακεδόσι κατὰ τὴν ἐπαγωγήν.
但他并没有这样说,而是说他们在突击时与马其顿人发生了交战。
§12.18.7ἐξ ὧν ἀνάγκη ποιεῖσθαι τὴν ἐκδοχὴν διότι τὸ μὲν ἥμισυ τοῦ τόπου τὸ παρὰ θάλατταν ἡ τῶν ἱππέων ἐπεῖχε τάξις, τὸ δʼ ἥμισυ τὸ πρὸς τοῖς ὄρεσιν ἡ τῶν μισθοφόρων.
由此我们不得不接受这样一种解释:骑兵部队占领了靠近海边的一半地方,而雇佣兵则占领了靠近山地的一半地方。
§12.18.8ἐκ δὲ τούτων εὐσυλλόγιστον πόσον ὑπῆρχε τὸ βάθος τῶν ἱππέων καὶ ποῖον ἔδει τόπον ἀπέχειν τὸν ποταμὸν ἀπὸ τῆς στρατοπεδείας.
从这些很容易推算出骑兵的深度是多少,以及河流必须与营地相隔多远的距离。
§12.18.9μετὰ δὲ ταῦτα συνεγγιζόντων τῶν πολεμίων φησὶ τὸν Δαρεῖον αὐτόν, κατὰ μέσην ὑπάρχοντα τὴν τάξιν, καλεῖν τοὺς μισθοφόρους ἀπὸ τοῦ κέρατος πρὸς αὑτόν.
在这之后,随着敌人逼近,他说大流士本人当时处于阵线的中部,从侧翼把雇佣兵召集到自己身边。
§12.18.10πῶς δὲ λέγεται τοῦτο, διαπορεῖν ἔστι·
但这怎么能说得通,实在令人怀疑。
τῶν γὰρ μισθοφόρων ἀνάγκη καὶ τῶν ἱππέων τὴν συναφὴν κατὰ μέσον ὑπάρχειν τὸν τόπον, ὥστʼ ἐν αὐτοῖς ὢν τοῖς μισθοφόροις ὁ Δαρεῖος ποῦ καὶ πρὸς τί καὶ πῶς ἐκάλει τοὺς μισθοφόρους;
因为雇佣兵和骑兵的结合点必然在整个地方的中部,既然大流士自己就身处雇佣兵之中,他究竟能把雇佣兵往哪里、为了什么目的、又该如何召集呢?
§12.18.11τὸ δὲ τελευταῖόν φησι τοὺς ἀπὸ τοῦ δεξιοῦ κέρατος ἱππεῖς ἐπαγαγόντας ἐμβαλεῖν τοῖς περὶ τὸν Ἀλέξανδρον, τοὺς δὲ γενναίως δεξαμένους ἀντεπάγειν καὶ ποιεῖν μάχην ἰσχυράν.
最后他说,右翼的骑兵发起冲锋,攻打亚历山大及其部下,而后者英勇地迎战并反击,展开了一场激烈的战斗。
§12.18.12ὅτι δὲ ποταμὸς ἦν ἐν μέσῳ, καὶ ποταμὸς οἷον ἀρτίως εἶπεν, ἐπελάθετο.
然而,他忘记了中间有一条河,而且是一条正如他刚才所描述的那样的河流。