Humanitext Reader

波利比奥斯 · 历史 §12.12b.1-12.12b.3

蒂迈欧对卡利斯提尼与演说家的双重标准

第 752 段,共 1311 段 · 希腊语

内容简介

本节指出历史学家蒂迈欧的双重标准:他一方面认为谄媚并推动亚历山大神格化的卡利斯提尼受罚是理所当然,另一方面却赞扬反对亚历山大神格化的德摩斯梯尼等演说家。

§12.12b.1κατηγορεῖν καὶ θειασμὸν διασύρειν τῶν ὀνειρωττόντων καὶ δαιμονώντων ἐν τοῖς ὑπομνήμασιν· ὅσοι γε μὴν αὐτοὶ πολλὴν τῆς τοιαύτης ἐμπεποίηνται φλυαρίας, τοὺς τοιούτους ἀγαπᾶν ἂν δέοι μὴ τυγχάνοντας κατηγορίας, μηδʼ ὅτι καὶ τῶν ἄλλων αὐτοὺς κατατρέχειν·
在著作中指责并嘲笑那些做梦者和被神灵附身之人的迷信狂妄是容易的;但对于那些自己就制造了许多此类荒唐之言的人,这样的人应该满足于自己没有受到指责,更不用说他们还去攻击别人了。
ὃ συμβέβηκε περὶ Τίμαιον.
这正是发生在蒂迈欧身上的情况。
§12.12b.2ἐκεῖνος γὰρ κόλακα μὲν εἶναί φησι τὸν Καλλισθένην τοιαῦτα γράφοντα καὶ πλεῖστον ἀπέχειν φιλοσοφίας, κόρδαξί τε προσέχοντα καὶ κορυβαντιώσαις γυναιξί· δικαίως δʼ αὐτὸν ὑπʼ Ἀλεξάνδρου τετευχέναι τιμωρίας διεφθαρκότα τὴν ἐκείνου ψυχὴν καθʼ ὅσον οἷός τʼ ἦν·
因为他说,卡利斯提尼写下此类东西,是一个谄媚者,离哲学最远,只关注粗俗的科尔达克斯舞和狂乱的科里班特女人;而且,由于他竭尽所能腐蚀了亚历山大的灵魂,他理所当然地受到了亚历山大的惩罚。
§12.12b.3καὶ Δημοσθένην μὲν καὶ τοὺς ἄλλους ῥήτορας τοὺς κατʼ ἐκεῖνον τὸν καιρὸν ἀκμάσαντας ἐπαινεῖ καί φησι τῆς Ἑλλάδος ἀξίους γεγονέναι, διότι ταῖς Ἀλεξάνδρου τιμαῖς ταῖς ἰσοθέοις ἀντέλεγον, τὸν δὲ φιλόσοφον αἰγίδα καὶ κεραυνὸν περιθέντα θνητῇ φύσει δικαίως αὐτὸν ὑπὸ τοῦ δαιμονίου τετευχέναι τούτων ὧν ἔτυχεν. —
而对于德摩斯梯尼和当时名噪一时的其他演说家,他予以赞扬,并说他们无愧于希腊,因为他们反对给亚历山大以等同于神的名誉;但是对于这位哲学家,由于他把神盾和雷电加诸凡人之躯,他因神圣的力量而理所当然地遭遇了那些降临在他身上的命运。

词汇与语法注释

  1. §12.12b.1κατηγορεῖν καὶ θειασμὸν διασύρειν — 句首的不定式最适合理解为主语不定式,省去了诸如“……是容易的”(ῥᾴδιόν ἐστι)等主句,或者是承接前文已丢失语境中的句法。
  2. §12.12b.1μηδʼ ὅτι — 一种省略的惯用表达(等同于 μὴ ὅτι),意为“更不用说”或“况且不”。此处后接宾格主语 αὐτούς 和不定式 κατατρέχειν,表示强烈的否定或排斥:“更不用说他们还去攻击别人了”。
  3. §12.12b.3τούτων ὧν ἔτυχεν — 关系代词引合(attraction)的例子,其中关系代词 ὧν(在逻辑上本应是作为 ἔτυχεν 宾语的宾格 ἅ)被吸引到其先行词 τούτων 的属格,或者仅仅是由于动词 τυγχάνω 支配属格,因而两者都采用了属格。

引用这一段

波利比奥斯, 历史 §12.12b.1-12.12b.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:12.12b.1-12.12b.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。