§11.10.1οὕτως εἷς λόγος εὐκαίρως ῥηθεὶς ὑπʼ ἀνδρὸς ἀξιοπίστου πολλάκις οὐ μόνον ἀποτρέπει τῶν χειρίστων, ἀλλὰ καὶ παρορμᾷ πρὸς τὰ κάλλιστα τοὺς ἀνθρώπους.
\n因此,一个由值得信赖的人在适当时机说出的字眼,往往不仅能使人们远离最坏的事,而且能激励他们追求最美好的事。
§11.10.2ὅταν δὲ καὶ τὸν ἴδιον βίον ἀκόλουθον εἰσφέρηται τοῖς εἰρημένοις ὁ παρακαλῶν, ἀνάγκη λαμβάνειν τὴν πρώτην πίστιν τὴν παραίνεσιν.
\n\n而当劝告者也使自己的生活方式与所说的话相一致时,他的劝告必然会获得最大的可信度。
ὃ δὴ περὶ ἐκεῖνον τὸν ἄνδρα μάλιστʼ ἄν τις ἴδοι γινόμενον.
这确实是人们在那个男人身上最能看到的情况。
§11.10.3κατά τε γὰρ τὴν ἐσθῆτα καὶ τὴν σίτησιν ἀφελὴς καὶ λιτὸς ἦν, ὁμοίως δὲ καὶ περὶ τὰς τοῦ σώματος θεραπείας, ἔτι δὲ καὶ τὰς ἐντεύξεις, εὐπερίκοπτος καὶ ἀνεπίφθονος· §11.10.4περί γε μὴν τοῦ παρʼ ὅλον τὸν βίον ἀληθεύειν μεγίστην ἐποιήσατο σπουδήν.
\n\n因为在衣服和饮食上,他都质朴且简单,同样地,在身体的照料以及与人交往上,他也随和且不招人嫉恨;\n\n此外,他一生都极力追求说真话。
τοιγάρτοι βραχέα καὶ τὰ τυχόντʼ ἀποφαινόμενος μεγάλην ἐγκατέλειπε πίστιν τοῖς ἀκούουσι· §11.10.5παράδειγμα γὰρ ἐν πᾶσι τὸν ἴδιον βίον εἰσφερόμενος οὐ πολλῶν ἐποίει προσδεῖσθαι λόγων τοὺς ἀκούοντας.
因此,即使他发表简短而平常的言论,也会在听众心中留下极大的信任;\n\n因为他在一切事上都以自己的生活为榜样,使得听众不需要许多言辞。
§11.10.6διὸ καὶ πολλάκις λόγους μακροὺς καὶ δοκοῦντας ὑπὸ τῶν ἀντιπολιτευομένων δεόντως εἰρῆσθαι διʼ ὀλίγων ῥημάτων τῇ πίστει καὶ ταῖς ἐννοίαις τῶν πραγμάτων ὁλοσχερῶς ἐξέβαλε.
\n\n因此,他也经常能用寥寥数语,凭借其可信度和对事情实质的把握,彻底击败政敌们发表的、看似讲得十分得体的高谈阔论。
§11.10.7πλὴν τότε συντελεσθέντος τοῦ διαβουλίου πάντες ἐπανῆγον ἐπὶ τὰς πόλεις, τά τε ῥηθέντα καὶ τὸν ἄνδρα διαφερόντως ἀποδεδεγμένοι, καὶ νομίζοντες οὐδʼ ἂν παθεῖν οὐδὲν δεινὸν ἐκείνου προεστῶτος.
\n\n不过,当时会议结束之后,所有人便回到了各自的城市,他们对刚才所说的话和那个男人都极其赞赏,并认为只要有他统领,他们就不会遭遇任何危险。
§11.10.8ὁ δὲ Φιλοποίμην εὐθέως ἐπεπορεύετο τὰς πόλεις, ἐνεργῶς καὶ μετὰ σπουδῆς ποιούμενος τὴν ἔφοδον.
\n\n而菲洛皮门则立即巡视各城市,积极且热心地进行着视察。
§11.10.9κἄπειτα συναγαγὼν τοὺς ὄχλους ἅμα μὲν ἐγύμναζεν ἅμα δὲ συνέταττε καὶ τέλος οὐδʼ ὅλους ὀκτὼ μῆνας χρησάμενος τῇ τοιαύτῃ παρασκευῇ καὶ μελέτῃ συνῆγε τὰς δυνάμεις εἰς Μαντίνειαν, διαγωνιούμενος πρὸς τὸν τύραννον ὑπὲρ τῆς ἁπάντων Πελοποννησίων ἐλευθερίας.
\n\n随后,他召集起民众,一边训练他们,一边整顿其队列,最后,在进行了不到整整八个月的如此准备和演练之后,他便将军队集结于曼提尼亚,为了全体伯罗奔尼撒人的自由而准备与僭主决一死战。