Humanitext Reader

波利比奥斯 · 历史 §11.5.1-11.5.9

对埃托利亚与罗马盟约的谴责

第 701 段,共 1311 段 · 希腊语

内容简介

演讲者揭露了埃托利亚人的伪善:他们口头上声称是为了希腊人的自由而战,实际上却与罗马人签署了可耻的条约,通过奥雷乌斯和埃伊纳等地的惨剧,暴露了他们将同胞希腊人出卖给蛮族任其凌辱的事实。

§11.5.1λάβετε τοίνυν πρὸ ὀφθαλμῶν τὴν αὑτῶν ἄγνοιαν.
因此,请将你们自己的无知置于眼前。
φατὲ μὲν γὰρ πολεμεῖν ὑπὲρ τῶν Ἑλλήνων πρὸς Φίλιππον, ἵνα σῳζόμενοι μὴ ποιῶσι τούτῳ τὸ προσταττόμενον, πολεμεῖτε δʼ ἐπʼ ἐξανδραποδισμῷ καὶ καταφθορᾷ τῆς Ἑλλάδος.
因为你们口口声声说是为了希腊人的利益而与腓力作战,好让利于他们的得救,从而不听从他的摆布;但实际上,你们是在为了奴役和毁灭希腊而战。
§11.5.2ταῦτα γὰρ αἱ συνθῆκαι λέγουσιν ὑμῶν αἱ πρὸς Ῥωμαίους, αἳ πρότερον μὲν ἐν τοῖς γράμμασιν ὑπῆρχον, νῦν δʼ ἐν τοῖς πράγμασι θεωροῦνται γινόμεναι.
因为你们与罗马人签署的条约就是这样写着的,这些条款以前只存在于纸面上,而现在人们看到它们正在实际行动中发生。
§11.5.3καὶ τότε μὲν αὐτὰ τὰ γράμματα τὴν αἰσχύνην ὑμῖν ἐπέφερε, νῦν δὲ διὰ τῶν ἔργων ὑπὸ τὴν ὄψιν τοῦτο γίνεται πᾶσι καταφανές.
过去,光是那些文字本身就给你们带来了羞辱,而现在通过这些恶行,这件事情在所有人面前都变得昭然若揭。
§11.5.4λοιπὸν ὁ μὲν Φίλιππος ὄνομα γίνεται καὶ πρόσχημα τοῦ πολέμου· πάσχει γὰρ οὐδὲν δεινόν· τούτῳ δὲ συμμάχων ὑπαρχόντων Πελοποννησίων τῶν πλείστων, Βοιωτῶν, Εὐβοέων, Φωκέων, Λοκρῶν, Θετταλῶν, Ἠπειρωτῶν, κατὰ τούτων πεποίησθε §11.5.5τὰς συνθήκας ἐφʼ ᾧ τὰ μὲν σώματα καὶ τἄπιπλα Ῥωμαίων ὑπάρχειν, τὰς δὲ πόλεις καὶ τὴν χώραν Αἰτωλῶν.
结果,腓力成了战争的虚名和借口;因为他没有遭受任何可怕的事;而在大多数伯罗奔尼撒人、波奥蒂亚人、优卑亚人、福基斯人、洛克里斯人、色萨利人和伊庇鲁斯人都是他盟友的情况下,你们却针对他们签署了条约,规定人员和动产归罗马人所有,而城市和土地则归埃托利亚人所有。
§11.5.6καὶ κυριεύσαντες μὲν αὐτοὶ πόλεως οὔτʼ ἂν ὑβρίζειν ὑπομείναιτε τοὺς ἐλευθέρους οὔτʼ ἐμπιπράναι τὰς πόλεις, νομίζοντες ὠμὸν εἶναι τὸ τοιοῦτο καὶ βαρβαρικόν· §11.5.7συνθήκας δὲ πεποίησθε τοιαύτας, διʼ ὧν ἅπαντας τοὺς ἄλλους Ἕλληνας ἐκδότους δεδώκατε τοῖς βαρβάροις εἰς τὰς αἰσχίστας ὕβρεις καὶ παρανομίας.
如果是你们自己占领了一座城市,你们断不会容忍去凌辱自由人,也不会去焚烧城市,因为你们认为这种行为是残暴而野蛮的;然而你们却签订了这样的条约,通过它,你们把所有其他希腊人交到了蛮族手中,任由他们遭受最可耻的凌辱和践踏。
§11.5.8καὶ ταῦτα πρότερον μὲν ἠγνοεῖτο· νυνὶ δὲ διὰ τῆς Ὠρειτῶν καὶ τῶν ταλαιπώρων Αἰγινητῶν ἅπασι γεγόνατε καταφανεῖς, τῆς τύχης ὥσπερ ἐπίτηδες ἐπὶ τὴν ἐξώστραν ἀναβιβαζούσης τὴν ὑμετέραν ἄγνοιαν.
这些事在以前还不为人所知;但现在,通过奥雷乌斯人和可怜的埃伊纳人的遭遇,你们的本性对所有人来说都变得昭然若揭,命运仿佛故意把你们的无知推上了剧场的舞台。
§11.5.9ἡ μὲν οὖν ἀρχὴ τοῦ πολέμου καὶ τὰ νῦν ἤδη συμβαίνοντα τοιαῦτʼ ἐστί· τὸ δὲ τέλος, ἂν ὅλως πάντα κατὰ νοῦν ὑμῖν χωρήσῃ, ποῖόν τι δεῖ προσδοκᾶν;
那么,这场战争的开端以及现在已经发生的事情就是这样;但如果一切完全顺从你们的心愿,你们又该期待怎样的结局呢?
ἆρʼ οὐ κακῶν ἀρχὴν μεγά
这难道不是大祸的开端

词汇与语法注释

  1. §11.5.1ἵνα σῳζόμενοι μὴ ποιῶσι τούτῳ τὸ προσταττόμενον — 由 ἵνα 引导的目的从句中,分词 σῳζόμενοι 与从句主语(希腊人)保持一致。τούτῳ 是指示代名词 οὗτος 的与格,在此指代腓力,可理解为中被动分词 τὸ προσταττόμενον(所命令之事)的施动者,或表示“对他(履行命令)”的间接宾语。
  2. §11.5.4κατὰ τούτων πεποίησθε — 动词 πεποίησθε(ποιέω 的现在完成时中动因第二人称复数)的宾语 τὰς συνθήκας 被置于下一节(§11.5.5)的开头,从而形成了明显的语序倒装(hyperbaton)。介词短语 κατὰ τούτων(针对这些人)承接了前面列举的所有同盟国。
  3. §11.5.5ἐφʼ ᾧ τὰ μὲν σώματα καὶ τἄπιπλα Ῥωμαίων ὑπάρχειν — 习惯表达 ἐφʼ ᾧ(或 ἐφʼ ᾧτε)用于引入协议或合同的条款,意为“在……条件下”,后接不定式(此处为 ὑπάρχειν)。宾格主语(τὰ μὲν σώματα καὶ τἄπιπλα 以及 τὰς δὲ πόλεις καὶ τὴν χώραν)充当该不定式的逻辑主语。
  4. §11.5.6κυριεύσαντες μὲν αὐτοὶ πόλεως οὔτʼ ἂν ὑβρίζειν ὑπομείναιτε — 不定过去时分词 κυριεύσαντες 起条件从句作用,相当于 εἰ κυριεύσαιτε,并与主句中的 ἄν 加上祈愿式(ὑπομείναιτε)相呼应,构成潜在假定(“如果你们自己占领了,你们也不会容忍……”)。
  5. §11.5.8τῆς τύχης ὥσπερ ἐπίτηδες ἐπὶ τὴν ἐξώστραν ἀναβιβαζούσης τὴν ὑμετέραν ἄγνοιαν — 这是一个属格独立结构(Genitive Absolute),向主句解释原因或背景情况。名词 ἐξώστρα 指古希腊剧场中用于将内部场景(尤其是惨剧后果)推至观众面前的移动式舞台装置(外展台),在此比喻“暴露于众目睽睽之下”。

引用这一段

波利比奥斯, 历史 §11.5.1-11.5.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:11.5.1-11.5.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。