§11.4.1"ὅτι μὲν οὔτε Πτολεμαῖος ὁ βασιλεὺς οὔθʼ ἡ τῶν Ῥοδίων πόλις οὔθʼ ἡ τῶν Βυζαντίων καὶ Χίων καὶ Μυτιληναίων ἐν παρέργῳ τίθενται τὰς ὑμετέρας, ὦ ἄνδρες Αἰτωλοί, διαλύσεις, ἐξ αὐτῶν τῶν πραγμάτων ὑπολαμβάνω τοῦτʼ εἶναι συμφανές.
“埃托利亚的人们啊,国王托勒密、罗德斯人的城邦,以及拜占庭、希俄斯和米蒂利尼人的城邦,都没有将你们的和解视为无关紧要的事,我认为这从事实本身就是显而易见的。
§11.4.2οὐ γὰρ νῦν πρῶτον οὐδὲ δεύτερον ποιούμεθα πρὸς ὑμᾶς τοὺς ὑπὲρ τῆς εἰρήνης λόγους, ἀλλʼ ἐξ ὅτου τὸν πόλεμον ἐνεστήσασθε, προσεδρεύοντες καὶ πάντα καιρὸν θεραπεύοντες οὐ διαλείπομεν ὑπὲρ τούτων ποιούμενοι πρὸς ὑμᾶς μνήμην, §11.4.3κατὰ μὲν τὸ παρὸν τῆς ὑμετέρας καὶ Μακεδόνων στοχαζόμενοι καταφθορᾶς, πρὸς δὲ τὸ μέλλον καὶ περὶ τῶν σφετέρων πατρίδων καὶ περὶ τῶν ἄλλων Ἑλλήνων προνοούμενοι.
因为这并非我们第一次或第二次向你们提出关于和平的倡议,而是自你们发起战争以来,我们便不断地紧密关注并利用每一个时机,不停地向你们提及这些事情,就眼前而言,我们的目标是防止你们和马其顿人的毁灭;就未来而言,则是为我们自己的祖国以及其他希腊人作长远考虑。
§11.4.4καθάπερ γὰρ ἐπὶ τοῦ πυρός, ὅταν ὑφάψῃ τις ἅπαξ τὴν ὕλην, οὐκέτι τὸ λοιπὸν ἐπὶ τῇ τούτου προαιρέσει γίνεται τὸ συμβαῖνον, ἀλλʼ ᾗ ποτʼ ἂν τύχῃ λαμβάνει τὴν νομήν, τὸ πλεῖον τοῖς ἀνέμοις κυβερνώμενον καὶ τῇ τῆς ὑποκειμένης ὕλης διαφθορᾷ, καὶ πολλάκις ἐπʼ αὐτὸν τὸν ἐμπρήσαντα πρῶτον ὥρμησε παραλόγως, §11.4.5τὸν αὐτὸν τρόπον [καὶ] ὁ πόλεμος ὑπό τινων ὅταν ἅπαξ ἐκκαυθῇ, τοτὲ μὲν αὐτοὺς τούτους πρώτους ἀπόλλυσι, ποτὲ δὲ φέρεται φθείρων ἀδίκως πᾶν τὸ παραπεσόν, αἰεὶ καινοποιούμενος καὶ προσφυσώμενος, ὥσπερ ὑπʼ ἀνέμων, ὑπὸ τῆς τῶν πλησιαζόντων ἀγνοίας.
正如在火灾的情况下,一旦有人点燃了木料,接下来发生的事就不再取决于他的意愿,而是任由火势蔓延,这大体上受风向和底下木料烧毁情况的支配,而且往往出人意料地扑向最初纵火的那个人;同样,战争一旦被某些人点燃,有时会先毁灭这些人自己,有时则会四处蔓延,无情地摧毁一路上遇到的一切,并且由于周围人的无知,它就像被风吹拂一样,不断更新、愈演愈烈。
§11.4.6διόπερ, ὦ ἄνδρες Αἰτωλοί, νομίσαντες καὶ τοὺς νησιώτας πανδημεὶ καὶ τοὺς τὴν Ἀσίαν κατοικοῦντας Ἕλληνας παρόντας ὑμῶν δεῖσθαι τὸν μὲν πόλεμον ἆραι, τὴν δʼ εἰρήνην ἑλέσθαι, διὰ τὸ καὶ πρὸς σφᾶς ἀνήκειν τὰ γινόμενα, σωφρονήσαντες ἐντράπητε καὶ πείσθητε τοῖς παρακαλουμένοις.
因此,埃托利亚的人们啊,考虑到全体岛民以及居住在亚细亚的希腊人也都站在这里,恳求你们结束战争并选择和平——因为所发生的一切也关系到他们——请你们理智行事,有所顾忌,并听从这些劝告。
§11.4.7καὶ γὰρ εἰ κατά τινα τύχην ἐπολεμεῖτε πόλεμον ἀλυσιτελῆ μέν, ἐπειδὴ παντὶ πολέμῳ τοῦτο παρέπεται κατὰ τὸ πλεῖστον, ἔνδοξον δὲ καὶ κατὰ τὴν ἐξ ἀρχῆς ὑπόθεσιν καὶ κατὰ τὴν τῶν ἀποβαινόντων ἐπιγραφήν, ἴσως ἄν τις ὑμῖν ἔσχε συγγνώμην, φιλοτίμως διακειμένοις.
因为如果由于某种机缘,你们所进行的是一场虽然无利可图(因为这大抵是所有战争的通病)但在起初的名义上和结果所带来的声誉上都堪称光荣的战争,人们或许还会原谅你们追求荣誉的态度。
§11.4.8εἰ δὲ πάντων αἴσχιστον καὶ πολλῆς ἀδοξίας πλήρη καὶ βλασφημίας, ἆρʼ οὐ μεγάλης προσδεῖται τὰ πράγματʼ ἐπιστάσεως;
但如果这是一场最可耻、充满了极大恶名和毁谤的战争,难道事态不急需重大的审视吗?
§11.4.9ῥηθήσεται γὰρ τὸ δοκοῦν μετὰ παρρησίας· ὑμεῖς δʼ, ἂν εὖ φρονῆτε, μεθʼ ἡσυχίας ἀνέξεσθε.
因为真实的想法将被坦诚地道出;而你们,如果明智的话,将会平静地予以忍受。
§11.4.10πολλῷ γάρ ἐστιν ἄμεινον ὀνειδισθέντας ἐν καιρῷ σωθῆναι μᾶλλον ἢ πρὸς χάριν ἀκούσαντας μετʼ ὀλίγον ἀπολέσθαι μὲν αὐτούς, ἀπολέσαι δὲ καὶ τοὺς λοιποὺς Ἕλληνας.
因为在关键时刻因受到指责而得救,远比听信谄媚之言、随后不仅自身毁灭而且还拉上其余希腊人一同灭亡要好得多。 ”