§11.6.1λων ἅπασι τοῖς Ἕλλησιν;
……对于所有希腊人来说,难道不是大祸的开端吗?
ὅτι γάρ, ἂν Ῥωμαῖοι τὸν ἐν Ἰταλίᾳ πόλεμον ἀποτρίψωνται — τοῦτο δʼ ἐστὶν ἐν ὀλίγῳ, συγκεκλειμένου τῆς Βρεττίας εἰς πάνυ βραχεῖς τόπους Ἀννίβου — §11.6.2λοιπὸν ὅτι πάσῃ τῇ δυνάμει τὴν ὁρμὴν ἐπὶ τοὺς κατὰ τὴν Ἑλλάδα τόπους ποιήσονται, λόγῳ μὲν Αἰτωλοῖς βοηθήσοντες κατὰ Φιλίππου, τῇ δʼ ἀληθείᾳ πᾶσαν ὑφʼ ἑαυτοὺς ποιησόμενοι, καὶ λίαν ὑπολαμβάνω τοῦτʼ εἶναι καταφανές.
因为,如果罗马人摆脱了在意大利的战争——而这将在短期内实现,因为汉尼拔已经被围困在布鲁提翁极狭窄的地区—— 那么此后,他们将动用全部力量向希腊各地发起进攻,名义上是帮助埃托利亚人对抗腓力,但实际上是要将一切置于自己的统治之下,我认为这是极其显而易见的。
§11.6.3ἐάν τε καλῶς προθῶνται ποιεῖν Ῥωμαῖοι κυριεύσαντες, ἐκείνων ἔσεσθαι καὶ τὴν χάριν καὶ τὴν ἐπιγραφήν, ἐάν τε κακῶς, τῶν αὐτῶν ὑπάρξειν καὶ τὰς ὠφελείας ἐκ τῶν ἀπολλυμένων καὶ τὴν ἐξουσίαν §11.6.4τῶν σῳζομένων.
无论罗马人在成为主宰之后打算心怀善意,其感激和名声都将归于他们;还是他们打算心怀恶意,那么从被毁灭者那里获得的利益以及对幸存者的支配权,也都同样属于他们。
ὑμεῖς δὲ τότε τοὺς θεοὺς ἐπικαλέσεσθε μάρτυρας, ὅταν μήτε τῶν θεῶν βούληται μήτε τῶν ἀνθρώπων ἔτι δύνηται βοηθεῖν ὑμῖν μηδείς.
而你们到那时才会呼唤神明作为见证,但那时神明中没有人愿意,人类中也没有人再能够给你们提供帮助了。
ἴσως μὲν οὖν ἐξ ἀρχῆς ἔδει πάντα προορᾶσθαι· §11.6.5τοῦτο γὰρ ἦν ὑμῖν πρέπον· §11.6.6ἐπειδὴ δὲ πολλὰ διαφεύγει τῶν μελλόντων τὴν ἀνθρωπίνην πρόνοιαν, νῦν γε δέον ἂν εἴη, διὰ τούτων τῶν πραγμάτων συνεωρακότας τὸ συμβαῖνον, βέλτιον βουλεύεσθαι περὶ τοῦ μέλλοντος.
或许,你们本来应该从一开始就预见到一切;因为这才是适合你们的做法;但既然未来的许多事情都超出了人类的预见,那么现在,在通过这些事件看清了正在发生的事情之后,至少应当对未来做出更好的决议。
§11.6.7οὐ μὴν ἀλλʼ ἡμεῖς γε κατὰ τὸ παρὸν οὐδὲν ἀπολελοίπαμεν τῶν ἁρμοζόντων ἢ λέγειν ἢ πράττειν τοῖς ἀληθινοῖς φίλοις, καὶ περὶ τοῦ μέλλοντος τὸ δοκοῦν μετὰ παρρησίας εἰρήκαμεν· §11.6.8ὑμᾶς δʼ ἀξιοῦμεν καὶ παρακαλοῦμεν μήθʼ αὑτοῖς φθονῆσαι μήτε τοῖς ἄλλοις Ἕλλησι τῆς ἐλευθερίας καὶ τῆς σωτηρίας.
尽管如此,我们至少在目前没有漏掉任何真正朋友所应当说或应当做的合适之事,并且已经坦率地表达了关于未来的看法;我们请求并劝告你们,不要对自己,也不要对其他希腊人吝啬自由与救赎。
" §11.6.9τούτου δὲ ποιήσαντος διατροπήν τινα τοῖς πολλοῖς, ὡς ἐδόκει, μετὰ τοῦτον εἰσῆλθον οἱ παρὰ τοῦ Φιλίππου πρέσβεις, οἳ τοὺς μὲν κατὰ μέρος λόγους ὑπερέθεντο, δύο δʼ ἔφασαν ἥκειν ἔχοντες ἐντολάς, §11.6.10αἱρουμένων μὲν τῶν Αἰτωλῶν τὴν εἰρήνην ἑτοίμως δέχεσθαι τοὺς θεοὺς καὶ τοὺς πρεσβευτὰς τοὺς παρόντας ἀπὸ τῆς Ἑλλάδος ἐπιμαρτυραμένους χωρίζεσθαι διότι τῶν μετὰ ταῦτα συμβησομένων τοῖς Ἕλλησιν Αἰτωλούς, ἀλλʼ οὐ Φίλιππον αἴτιον δεήσει νομίζειν. —
” 他的这番话在众人中间引起了某种程度的动摇(正如看起来的那样),在他之后,腓力的使节们进场了,他们推迟了细节上的商讨,声称自己带着两项指令前来:其一是,如果埃托利亚人选择和平,他们就乐意接受;其二是,如果不然,他们将在呼吁神明和在场的希腊使节作证后离去,表明今后希腊人所遭遇的一切,应当归咎于埃托利亚人,而非腓力。