§11.31.1ὁ δὲ Πόπλιος συναθροίσας εὐθέως ἐν αὐτῇ τῇ Καρχηδόνι τὰς δυνάμεις εἰς ἐκκλησίαν ἔλεγε περί τε τῆς Ἀνδοβάλου τόλμης καὶ τῆς εἰς αὐτοὺς ἀθεσίας,
普布里乌斯随即在卡塔赫纳城内召集军队举行集会,谈到安多巴莱斯的狂妄企图以及对他们的背信弃义。
§11.31.2καὶ πολλὰ πρὸς τοῦτο τὸ μέρος ἐνεγκάμενος παρώξυνε τοὺς πολλοὺς πρὸς τὴν κατὰ τῶν προειρημένων δυναστῶν ὁρμήν.
他在此点上发表了诸多议论,激发起群众对上述统治者进行讨伐的热情。
§11.31.3ἐπὶ δὲ τούτοις ἐξηριθμήσατο τοὺς προγεγενημένους αὐτοῖς ἀγῶνας πρὸς Ἴβηρας ὁμοῦ καὶ πρὸς Καρχηδονίους, στρατηγούντων Καρχηδονίων,
此外,他还列举了他们过去在迦太基人统帅下,同时与伊比利亚人和迦太基人进行过的历次交战。
§11.31.4ἐν οἷς ἀεὶ νικῶντας οὐ καθήκειν ἔφη νυνὶ διαπορεῖν, μήποτε πρὸς αὐτοὺς Ἴβηρας Ἀνδοβάλου στρατηγοῦντος μαχόμενοι λειφθῶσι.
他指出,在这些战争中他们始终是胜利者,如今在安多巴莱斯统帅下仅与伊比利亚人作战时,却担心会战败并为此感到困惑,这完全是不妥当的。
§11.31.5διόπερ οὐδὲ προσδέξασθαι συναγωνιστὴν Ἰβήρων οὐδένα καθάπαξ ἔφη, διʼ αὐτῶν δὲ Ῥωμαίων συστήσασθαι τὸν κίνδυνον,
因此,他表示绝不接受任何伊比利亚人作为盟军,而要完全依靠罗马人自身来应对这场危机。
§11.31.6ἵνα φανερὸν γένηται πᾶσιν ὡς οὐκ Ἴβηρσι Καρχηδονίους καταπολεμησάμενοι, καθάπερ ἔνιοί φασιν, ἐξεβάλομεν ἐξ Ἰβηρίας, ἀλλὰ καὶ Καρχηδονίους καὶ Κελτίβηρας ταῖς Ῥωμαίων ἀρεταῖς καὶ τῇ σφετέρᾳ γενναιότητι νενικήκαμεν.
这是为了向所有人表明,我们并非如某些人所说,是借助伊比利亚人的力量击败并驱逐了伊比利亚半岛上的迦太基人,而是凭借罗马人的英勇和自身的豪迈,战胜了迦太基人和凯尔特伊比利亚人。
ταῦτα δʼ εἰπὼν ὁμονοεῖν παρῄνει καὶ θαρροῦντας, §11.31.7εἰ καὶ πρὸς ἄλλον τινά, καὶ πρὸς τοῦτον ἰέναι τὸν κίνδυνον.
说完这些,他勉励他们团结一致、坚定信心,像对待其他任何危险一样,无所畏惧地迎接这场考验。
περὶ δὲ τοῦ νικᾶν αὐτὸς ἔφη μετὰ τῶν θεῶν ποιήσασθαι τὴν καθήκουσαν πρόνοιαν.
至于胜利,他说自己将在神明的保佑下做好应有的准备。
§11.31.8τῷ δὲ πλήθει τοιαύτη παρέστη προθυμία καὶ θάρσος ὥστε παραπλησίους εἶναι πάντας ἐκ τῆς ἀπόψεως τοῖς ὁρῶσι τοὺς πολεμίους καὶ μέλλουσιν ὅσον οὔπω πρὸς αὐτοὺς διακινδυνεύειν.
群众中产生起如此强烈的热忱与勇气,以至于从他们的神态来看,所有人就像是已经亲眼看见敌人、并即将与其展开生死决战一般。