§11.27.1συνεγγιζόντων δʼ αὐτῶν τῇ πόλει, τοῖς μὲν ἄλλοις στρατιώταις εἰς τὴν ἐπαύριον ἅμα τῷ φωτὶ παρηγγέλλετο μετὰ τῆς παρασκευῆς ἐξάγειν, §11.27.2τοῖς δὲ χιλιάρχοις καὶ τοῖς ἐπάρχοις, ὅταν ἐκπορευομένοις μετὰ τοῦτο τὸ πρῶτον τὰς μὲν ἀποσκευὰς ἀποτιθέναι, τοὺς δὲ στρατιώτας κατέχειν ἐν τοῖς ὅπλοις ἐπὶ τῆς πύλης, κἄπειτα διελεῖν σφᾶς ἐφʼ ἑκάστην τῶν πυλῶν καὶ φροντίζειν ἵνα μηδεὶς ἐκπορεύηται τῶν ἀποστατῶν.
当他们接近城市时,其他士兵接到命令,要求在第二天黎明时分带上装备出发,而军事保民官和骑兵长官们则被命令,在此之后出发时,首先让士兵放下行装,让他们持械在城门处待命,随后将他们分派到各个城门,并注意不让任何叛乱者外出。
§11.27.3οἱ δὲ πρὸς τὴν ἀπάντησιν ἀποτεταγμένοι, συμμίξαντες τοῖς παραγινομένοις πρὸς αὐτούς, ἀπῆγον μετὰ φιλανθρωπίας τοὺς ἐν ταῖς αἰτίαις κατὰ τὸ συντεταγμένον.
那些被派去迎接的人,在与到来的人汇合后,按照命令亲切地领走了涉案的头目们。
§11.27.4τούτοις μὲν οὖν ὑπʼ αὐτὸν τὸν καιρὸν ἐρρήθη συλλαβεῖν τοὺς πέντε καὶ τριάκοντʼ ἄνδρας, ἐπειδὰν δειπνήσωσι, δήσαντάς τε τηρεῖν, μηδενὸς ἔτι τῶν ἔνδον ἐκπορευομένου πλὴν τοῦ διασαφήσοντος τῷ στρατηγῷ παρʼ ἑκάστου τὸ γεγονός.
事实上,就在那时,他们已接到指示,要在那三十五人吃过晚饭后将其逮捕并捆绑看守,同时不许里面的任何人再外出,除了从各自处所派去向将军报告所发生事情的人。
§11.27.5πραξάντων δὲ τῶν χιλιάρχων τὸ συνταχθέν, εἰς τὴν ἐπιοῦσαν ὁ στρατηγὸς ἅμα τῷ φωτὶ θεωρῶν τοὺς παραγινομένους ἡθροισμένους εἰς τὴν ἀγοράν, συνεκάλει τὴν ἐκκλησίαν.
当军事保民官们执行了命令后,第二天黎明时分,将军看到到来的人已在广场集结,便召集了大会。
§11.27.6πάντων δὲ συντρεχόντων κατὰ τὸν ἐθισμὸν ἅμα τῷ σημῆναι, καὶ μετεώρων ὄντων ταῖς διανοίαις οἷόν ποτʼ ὄψονται τὸν στρατηγὸν καὶ τί ποτʼ ἀκούσονται περὶ τῶν ἐνεστώτων, §11.27.7πρὸς μὲν τοὺς ἐπὶ τῶν πυλῶν χιλιάρχους ὁ Πόπλιος διεπέμψατο, κελεύων αὐτοὺς ἄγειν τοὺς στρατιώτας ἐν τοῖς ὅπλοις καὶ περιστῆναι τὴν ἐκκλησίαν, αὐτὸς δὲ προπορευθεὶς ἐξέστησε ταῖς διανοίαις πάντας εὐθέως κατὰ τὴν πρώτην φαντασίαν·
信号一响,所有人便按照惯例奔跑聚集,由于心中悬念着将军会以何种面貌出现、以及他们会听到关于眼前局势的何种消息,普布利乌斯向城门处的军事保民官们派去使者,命令他们带上武装士兵包围大会;而他自己则走上前来,以他的第一眼亮相顿使所有人的心灵感到震慑。
§11.27.8ἔτι γὰρ ὑπολαμβάνοντες αὐτὸν ἀσθενῶς ἔχειν οἱ πολλοί, κἄπειτα παρὰ τὴν προσδοκίαν αἰφνιδίως ἐρρωμένον θεασάμενοι κατὰ τὴν ἐπίφασιν κατεπλάγησαν.
因为大多数人还以为他身体虚弱,却在预料之外突然看到他显现出强健的姿态,因而大惊失色。