Humanitext Reader

波利比奥斯 · 历史 §11.26.1-11.26.7

惩处叛乱首领与引诱叛军的计谋

第 724 段,共 1311 段 · 希腊语

内容简介

普布利乌斯制定了一个计划,在与普通士兵和解的同时,逮捕并严惩三十五名叛乱首领,并安排其他军队撤离以消除叛乱者的疑虑。

§11.26.1οὗτοι μὲν οὖν ταῦτα διανοηθέντες ἐγίνοντο περὶ τὴν τῶν χρημάτων ἐπιμέλειαν· .
于是,他们怀着这些意图,开始着手筹措资金。
§11.26.2τῶν δὲ χιλιάρχων διασαφούντων τὰ δεδογμένα, γνοὺς ὁ Πόπλιος ἀνεκοινοῦτο τῷ συνεδρίῳ τί δέον ἐστὶ ποιεῖν.
在军事保民官们向士兵传达决定的同时,普布利乌斯获悉了情况,便向咨询会议请教应当如何行动。
§11.26.3ἔδοξεν οὖν αὐτοῖς, ἡμέραν διασαφήσαντας εἰς ἣν δεήσει παρεῖναι, πρὸς μὲν τὸ πλῆθος διαλύεσθαι, τοὺς δʼ αἰτίους κολάζειν πικρῶς· οὗτοι δʼ ἦσαν εἰς πέντε καὶ τριάκοντα τὸν ἀριθμόν.
于是他们决定,在明确指出必须出头的日期后,与大众和解,但对首领进行严厉惩罚;这些人的数量为三十五人。
§11.26.4τῆς δʼ ἡμέρας ἐπελθούσης, καὶ παραγενομένων τῶν ἀποστατῶν ἐπί τε τὰς διαλύσεις καὶ τὴν κομιδὴν τῶν ὀψωνίων, §11.26.5τοῖς μὲν χιλιάρχοις τοῖς πρεσβεύσασι συνέταξε διʼ ἀπορρήτων ὁ Πόπλιος ἀπαντᾶν τοῖς ἀποστάταις καὶ διελομένους ἕκαστον πέντε τῶν ἀρχηγῶν τῆς στάσεως εὐθέως κατὰ τὴν ἀπάντησιν φιλανθρωπεῖν καὶ καλεῖν ὡς αὑτούς, μάλιστα μὲν πρὸς κατασκήνωσιν· οἳ δʼ ἂν μὴ δύνωνται τοῦτο, πρός γε δεῖπνον καὶ τοιαύτην συνουσίαν.
当那天到来,叛乱者们为了和解和领取军饷而前来时,普布利乌斯秘密命令先前担任使者的军事保民官们去迎接叛乱者,并让每个人分担负责五名叛乱首领,在相遇时立即亲切接待并邀请他们到自己那里,最好是提供住宿;对那些无法做到这一点的人,至少要邀请他们共进晚餐或进行类似的款待。
§11.26.6τῷ δὲ μεθʼ αὑτοῦ στρατοπέδῳ παρήγγειλε πρὸ ἡμερῶν τριῶν ἐφόδια παρεσκευάσθαι κατὰ πλείω χρόνον ὡς ἐπὶ τὸν Ἀνδοβάλην αὐτῶν μετὰ Μάρκου πορευομένων.
另一方面,他向自己身边的军队下令,在三天前准备好较长时期的粮饷,表现得好像他们将与马尔库斯一起去讨伐安多巴勒斯一样。
§11.26.7ὃ καὶ θαρραλεωτέρους αὐτοὺς ἀκούσαντας ἐποίησε τοὺς ἀποστάτας· ἐν αὑτοῖς γὰρ ὑπέλαβον ἔσεσθαι τὴν πλείστην ἐξουσίαν, ἐπειδὰν συμμίξωσι τῷ στρατηγῷ τῶν ἄλλων στρατοπέδων κεχωρισμένων.
听到此事,叛乱者们变得更加胆大;因为他们心想,在其他军队撤离的情况下,一旦他们与将军汇合,最大的权力就会掌握在他们自己手中。

词汇与语法注释

  1. §11.26.1ἐγίνοντο περὶ — 动词 γίνοντο 与介词 περί 连用,后接属格名词,构成了“致力于……”、“忙于……”的惯用表达。
  2. §11.26.2διασαφούντων — τῶν δὲ χιλιάρχων διασαφούντων 构成属格独立结构,表示一个与主句未完成过去时动词 ἀνεκοινοῦτο(请教、咨询)所指示的主动作同时发生的伴随状况。
  3. §11.26.3ἔδοξεν οὖν αὐτοῖς — 这是一个由非人称动词 ἔδοξε(被决定)与与格代词 αὐτοῖς(被他们)构成的结构,表示会议作出的决议。决议的具体内容由后接的两个对比性不定式 διαλύεσθαι(与大众和解)和 κολάζειν(惩罚首领)来表达。
  4. §11.26.5διελομένους — 不定过去时中间语态分词 διελομένους(各自瓜分、分担)在语义上虽然修饰前文的与格 τοῖς χιλιάρχοις,但因为作为后文不定式 φιλανθρωπεῖν 和 καλεῖν 的主语,所以在语法上被置于宾格形式。
  5. §11.26.6ὡς ἐπὶ τὸν Ἀνδοβάλην αὐτῶν μετὰ Μάρκου πορευομένων — 连词 ὡς 与属格独立结构(αὐτῶν... πορευομένων)连用,表示主观意图或虚假名义(“仿佛他们将进军……”),而非客观事实,体现了普布利乌斯故意制造的假象。

引用这一段

波利比奥斯, 历史 §11.26.1-11.26.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:11.26.1-11.26.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。