§11.21.1Μάγων δὲ νομίσας εὐφυῆ καιρὸν ἐπιθέσθαι καταστρατοπεδεύουσι τοῖς Ῥωμαίοις, ἀναλαβὼν τὸ πλεῖστον μέρος τῶν ἰδίων ἱππέων καὶ Μασαννάσαν μετὰ τῶν Νομάδων, ἤλαυνε πρὸς τὴν παρεμβολήν, πεπεισμένος ἀφυλακτοῦντα λήψεσθαι τὸν Πόπλιον.
且说马贡认为这是袭击正在安营扎寨的罗马军队的良机,便率领了自己大部分的骑兵,以及带着努米底亚人的马萨纳萨,朝着营地进军,确信能乘普布利乌斯不备而捉住他。
ὁ δὲ πάλαι προορώμενος τὸ μέλλον, §11.21.2ὑπό τινα βουνὸν ὑπεστάλκει τοὺς ἱππεῖς, ἴσους τοῖς τῶν Καρχηδονίων·
然而,早就预料到将会发生之事的普布利乌斯,已在某座山丘下部署了与迦太基人等数量的骑兵。
§11.21.3ὧν ἀνυπονοήτως ἐμπεσόντων πολλοὶ μὲν ἐν ταῖς ἀρχαῖς ἀναστρέφοντες διὰ τὸ παράδοξον τῆς ἐπιφανείας τῆς ἄφνω τῶν ἱππέων ἀπέπεσον, οἱ δὲ λοιποὶ συμβάλλοντες τοῖς πολεμίοις ἐμάχοντο γενναίως.
当这些人出其不意地发起袭击时,许多人起初因为骑兵突然出现而惊慌转向,纷纷落马;而其余的人则与敌人交锋,英勇作战。
§11.21.4τῇ δὲ παρὰ τῶν καταβαινόντων ἐν τοῖς Ῥωμαϊκοῖς ἱππεῦσιν εὐχειρίᾳ δυσχρηστούμενοι καὶ πολλοὺς ἀπολλύντες οἱ Καρχηδόνιοι, βραχὺ προσαντισχόντες ἐνέκλιναν.
然而,由于受到从高处冲下的罗马骑兵的娴熟战技的压制,且损失惨重,迦太基人只稍作抵抗便败退了。
§11.21.5καὶ τὸ μὲν πρῶτον ἐν τάξει τὴν ἀναχώρησιν ἐποιοῦντο, τῶν δὲ Ῥωμαίων ἐγκειμένων αὐτοῖς λύσαντες τὰς ἴλας κατέφυγον ὑπὸ τὴν αὑτῶν παρεμβολήν.
起初他们还保持着整齐的队形撤退,但随着罗马人紧紧相逼,他们打乱了骑兵队形,逃回了自军营地。
§11.21.6οἱ μὲν οὖν Ῥωμαῖοι τούτου γενομένου θαρραλεώτερον διέκειντο πρὸς τὸν κίνδυνον, οἱ δὲ Καρχηδόνιοι τοὐναντίον.
此事过后,罗马人对即将到来的决战感到更加充满信心,而迦太基人则恰恰相反。
§11.21.7οὐ μὴν ἀλλὰ ταῖς ἑξῆς ἐπί τινας ἡμέρας τάς τε δυνάμεις ἐκτάξαντες ἐν τῷ μεταξὺ πεδίῳ καὶ διὰ τῶν ἱππέων καὶ διὰ τῶν εὐζώνων ἀκροβολισμοὺς ποιησάμενοι καὶ καταπειράσαντες ἀλλήλων, ὥρμησαν ἐπὶ τὸ κρίνειν τὰ ὅλα.
尽管如此,在此后的几天里,双方都在中间的平原上列阵,通过骑兵和轻装步兵进行小规模的前哨战,并在试探了彼此的虚实之后,决定进行决战以决雌雄。