Humanitext Reader

波利比奥斯 · 历史 §11.20.1-11.20.9

伊利帕的对峙与盟军运用考量

第 717 段,共 1311 段 · 希腊语

内容简介

哈斯德鲁巴率领的迦太基大军在伊利帕附近安营扎寨,普布利乌斯率领的罗马军队在与盟军会合后,也在其对面设营,并对如何利用西班牙盟军作出了谨慎部署。

§11.20.1οἱ μὲν οὖν περὶ τὸν Ἀσδρούβαν, ἁθροίσαντες τὴν στρατιὰν ἐκ τῶν πόλεων, ἐν αἷς ἐποιοῦντο τὴν παραχειμασίαν, προῆλθον, καὶ κατεστρατοπέδευσαν οὐ μακρὰν ἀπὸ τῆς πόλεως τῆς προσαγορευομένης Ἰλίπας, βαλόμενοι τὸν χάρακα πρὸς ταῖς ὑπωρείαις, καὶ προθέμενοι πεδία πρὸς ἀγῶνα καὶ μάχην εὐφυῆ.
且说哈斯德鲁巴及其部属从他们冬宿的各个城市集结了军队,向前推进,在离那座被称为伊利帕的城市不远的地方安营扎寨,将营地设在山麓,并将一片适于战斗和交锋的平原留在前方。
πλῆθος δὲ πεζῶν μὲν εἶχον εἰς ἑπτὰ μυριάδας, §11.20.2ἱππεῖς δὲ τετρακισχιλίους, θηρία δὲ δυσὶ πλείω τῶν τριάκοντα.
他们的步兵人数达到约七万,骑兵四千,战象三十二头。
§11.20.3Πόπλιος δὲ Μάρκον μὲν Ἰούνιον ἐξαπέστειλε πρὸς Κολίχαντα, παραληψόμενον τὰς ἑτοιμασθείσας αὐτῷ παρὰ τούτου δυνάμεις· αὗται δʼ ἦσαν πεζοὶ μὲν τρισχίλιοι, ἱππεῖς δὲ πεντακόσιοι·
普布利乌斯派遣马尔库斯·尤尼乌斯前往科利哈斯处,去接管后者为他准备好的军队;这支军队有步兵三千,骑兵五百。
τοὺς δὲ λοιποὺς συμμάχους αὐτὸς παρελάμβανε, §11.20.4προάγων καὶ ποιούμενος τὴν πορείαν ἐπὶ τὸ προκείμενον.
至于其余的盟军,他自己则亲自带领,向前推进,朝既定的目的地行军。
§11.20.5ἐγγίσας δὲ τῷ Κασταλῶνι καὶ τοῖς περὶ Βαίκυλα τόποις, καὶ συμμίξας ἐνθάδε τῷ Μάρκῳ καὶ ταῖς παρὰ τοῦ Κολίχαντος δυνάμεσιν, εἰς πολλὴν ἀπορίαν ἐνέπιπτε περὶ τῶν ἐνεστώτων.
当他接近卡斯塔洛和贝库拉周围的地区,并在那里与马尔库斯以及来自科利哈斯的军队会合时,他对眼前的局势陷入了极大的困惑之中。
§11.20.6χωρὶς γὰρ τῶν συμμάχων οὐκ ἀξιόχρεοι παρῆσαν αἱ Ῥωμαϊκαὶ δυνάμεις αὐτῷ πρὸς τὸ διακινδυνεύειν· τὸ δʼ ἐπὶ τοῖς συμμάχοις ἔχοντας τὰς ἐλπίδας ὑπὲρ τῶν ὅλων κινδυνεύειν ἐπισφαλὲς ἐδόκει καὶ λίαν εἶναι παράβολον.
因为若没有盟军,罗马的军队本身并不足以支持他去冒险决战;而若将全局的胜负寄托在盟军身上,似乎又危险且过于鲁慢。
§11.20.7οὐ μὴν ἀλλὰ διαπορήσας, ὑπὸ δὲ τῶν πραγμάτων συγκλειόμενος, ἐπὶ τὸ συγχρῆσθαι κατηνέχθη τοῖς Ἴβηρσιν οὕτως ὥστε φαντασίαν μὲν παρασκευάζειν τοῖς ὑπεναντίοις, §11.20.8τὸν δʼ ἀγῶνα ποιεῖσθαι διὰ τῶν ἰδίων στρατοπέδων.
然而,尽管深感困惑,但在局势的逼迫下,他最终决定这样利用伊比利亚人:即对敌人制造出一种虚张声势的假象,而真正的战斗则由他自己的军团来承担。
ταῦτα δὲ προθέμενος ἀνέζευξε μετὰ πάσης τῆς δυνάμεως, ἔχων πεζοὺς μὲν εἰς τετρακισμυρίους καὶ πεντακισχιλίους, ἱππεῖς δὲ περὶ τρισχιλίους.
确立了这一方针后,他带领全军拔营出发,拥有步兵约四万五千人,骑兵约三千人。
§11.20.9ἐγγίσας δὲ τοῖς Καρχηδονίοις καὶ γενόμενος σύνοπτος ἐστρατοπέδευσε περί τινας γεωλόφους καταντικρὺ τῶν πολεμίων.
逼近迦太基人并进入对方视野之后,他在敌人对面的几座山丘附近安营扎寨。

词汇与语法注释

  1. 11.20.1οἱ μὲν οὖν περὶ τὸν Ἀσδρούβαν — 指“哈斯德鲁巴及其部下(或军队)”。“οἱ περί + 宾格人名”是希腊语的常见惯用语,表示该首领及其随从或所率军队。
  2. 11.20.6τὸ δʼ ἐπὶ τοῖς συμμάχοις ἔχοντας τὰς ἐλπίδας ὑπὲρ τῶν ὅλων κινδυνεύειν — 冠词 τό 使自 κινδυνεύειν 开始的整个不定式短语名词化,充当主句动词 ἐδόκει 的主语。分词 ἔχοντας 为宾格复数,表示该不定式短语的逻辑主语(泛指“罗马将领们”或作为不定代词主语)。
  3. 11.20.7ἐπὶ τὸ συγχρῆσθαι κατηνέχθη τοῖς Ἴβηρσιν οὕτως ὥστε — 动词 κατενέχθη(καταφέρω 的被动不定过去时直说)意为“被迫倾向于、落入”,与介词 ἐπί 连用,接冠词性不定式 τὸ συγχρῆσθαι,表示在客观情势下作出的决定。ὥστε 引导的从句说明了这一决定的具体结果和意图:即仅将伊比利亚人用于虚张声势。

引用这一段

波利比奥斯, 历史 §11.20.1-11.20.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:11.20.1-11.20.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。