§11.13.1τὸ μὲν οὖν πρῶτον αὐτῶν τούτων ἀνδρώδης ἦν ἡ σύμπτωσις· κατὰ βραχὺ δὲ προσγινομένων τοῖς πιεζομένοις τῶν εὐζώνων, ἐν πάνυ βραχεῖ χρόνῳ συνέβη τὸ παρʼ ἑκατέρων ξενικὸν ἀναμὶξ γενέσθαι,
起初,仅是这些骑兵之间的交锋就极为英勇;但随着轻装步兵逐渐增援那些承受压力的人,在极短的时间内,双方的雇佣兵便混战在了一起。
§11.13.2πάντῃ δὲ τούτων συμπλοκῆς ἁθρόως καὶ κατʼ ἄνδρα γινομένης ἐπὶ πολὺν χρόνον πάρισος ἦν ὁ κίνδυνος οὕτως ὥστε τὰς λοιπὰς δυνάμεις, καραδοκούσας καθʼ ὁποτέρων ὁ κονιορτὸς τραπήσεται, μὴ δύνασθαι συμβαλεῖν διὰ τὸ μένειν ἀμφοτέρους ἐπὶ πολὺ διακατέχοντας ἐν τῇ μάχῃ τὸν ἐξ ἀρχῆς τόπον.
由于他们的交手在各处同时展开,既有成群的厮杀,也有个体的对决,战局在很长时间内势均力敌,以至于密切注视着尘土会向哪一方飘散的其他部队无法参战,因为双方在战斗中都长久地坚守着最初的位置。
§11.13.3χρόνου δὲ γινομένου κατίσχυον καὶ τῷ πλήθει καὶ ταῖς εὐχειρίαις διὰ τὴν ἕξιν οἱ παρὰ τοῦ τυράννου μισθοφόροι.
但随着时间的推移,僭主一方的雇佣兵凭借人数优势以及由于训练有素而具备的精湛战斗技能,开始占据上风。
§11.13.4τοῦτο δʼ εἰκότως καὶ τὸ παράπαν εἴωθε γίνεσθαι.
而这也是理所当然、且通常总是会发生的事。
§11.13.5ὅσῳ γὰρ συμβαίνει τοὺς ἐν ταῖς δημοκρατίαις ὄχλους προθυμοτέρους ὑπάρχειν ἐν τοῖς πολεμικοῖς ἀγῶσι τῶν τοῖς τυράννοις πολιτικῶν ὑποταττομένων, τοσούτῳ τὰ παρὰ τοῖς μονάρχοις ξενικὰ τῶν ἐν ταῖς δημοκρατίαις μισθοφορούντων εἰκὸς ὑπεράγειν καὶ διαφέρειν.
因为正如民主制度下的群众在战争冲突中,比起屈从于僭主的公民表现出更高的热忱一样,君主手下的外籍雇佣兵比起在民主制度下服役领饷的雇佣兵,理所当然也更为优异和杰出。
§11.13.6ὥσπερ γὰρ ἐπʼ ἐκείνων οἷς μὲν ὑπὲρ ἐλευθερίας ἐστίν, οἷς δʼ ὑπὲρ δουλείας ὁ κίνδυνος, οὕτως ἐπὶ τῶν μισθοφόρων οἷς μὲν ὑπὲρ ὁμολογουμένης ἐπανορθώσεως, οἷς δʼ ὑπὲρ προδήλου βλάβης γίνεται φιλοτιμία.
因为正如在前者的情况中,一方的危险是为了自由,另一方则是为了奴役;在雇佣兵的情况中也是如此,一方的竞争是为了显而易见的利益提升,而另一方则是为了显而易见的损害。
§11.13.7δημοκρατία μὲν γάρ, ἐπανελομένη τοὺς ἐπιβουλεύσαντας, οὐκέτι μισθοφόροις τηρεῖ τὴν ἑαυτῆς ἐλευθερίαν· τυραννὶς δʼ ὅσῳ μειζόνων ἐφίεται, τοσούτῳ πλειόνων προσδεῖται μισθοφόρων.
因为民主政体一旦消灭了那些图谋不轨者,就不再依靠雇佣兵来维护自身的自由;而僭主统治越是企图染指更大的目标,就越需要更多的雇佣兵。
§11.13.8πλείονας γὰρ ἀδικοῦσα πλείονας ἔχει καὶ τοὺς ἐπιβουλεύοντας. ἡ δὲ τῶν μονάρχων ἀσφάλεια τὸ παράπαν ἐν τῇ τῶν ξένων εὐνοίᾳ κεῖται καὶ δυνάμει.
因为由于伤害了更多的人,图谋推翻僭主的人也会随之增多;而君主们的安全,完全取决于外邦人的好意与力量。