Humanitext Reader

波利比奥斯 · 历史 §11.11.1-11.11.7

马查尼达斯的进军与菲洛皮门布防曼提尼亚

第 707 段,共 1311 段 · 希腊语

内容简介

斯巴达僭主马查尼达斯获悉阿凯亚人集结,便向曼提尼亚进军。对此,菲洛皮门将军队分为三路出城,利用丘陵和战壕等地形部署防线。

§11.11.1ὁ δὲ Μαχανίδας κατατεθαρρηκώς, καὶ νομίζων ὡς ἂν εἰ κατʼ εὐχὴν αὐτῷ γίνεσθαι τὴν τῶν Ἀχαιῶν ὁρμήν, ἅμα τῷ γνῶναι διότι συνηθροισμένοι τυγχάνουσιν εἰς τὴν Μαντίνειαν,
另一方面,马查尼达斯满怀信心,一听说阿凯亚人实际上已在曼提尼亚集结,便认为他们的这一举动仿佛正合自己的心愿。
§11.11.2παρακαλέσας ἐν Τεγέᾳ τοὺς Λακεδαιμονίους τὰ πρέποντα τοῖς καιροῖς, εὐθέως εἰς τὴν ἐπιοῦσαν, ἄρτι τῆς ἡμέρας ἐπιφαινούσης, προῆγεν ὡς ἐπὶ τὴν Μαντίνειαν, τῆς μὲν φάλαγγος καθηγούμενος τῷ δεξιῷ κέρατι,
他在特格亚用适合时局的话鼓励了斯巴达人,随即在第二天,天刚破晓时,便亲自率领方阵的右翼,向曼提尼亚方向进军。
§11.11.3τοὺς δὲ μισθοφόρους ἐξ ἑκατέρου τοῦ μέρους τῆς πρωτοπορείας παραλλήλους ἄγων, ἐπὶ δὲ τούτοις ζεύγη πλῆθος ὀργάνων καὶ βελῶν κομίζοντα καταπελτικῶν.
他让雇佣兵在先遣队的两侧平行行进,而在他们后方,则跟着大批运载投石机具和弩箭的车辆。
§11.11.4κατὰ δὲ τὸν αὐτὸν καιρὸν Φιλοποίμην εἰς τρία μέρη διῃρηκὼς τὴν δύναμιν ἐξῆγεν ἐκ τῆς Μαντινείας, κατὰ μὲν τὴν ἐκ τοῦ Ποσειδῶνος ἱεροῦ φέρουσαν τοὺς Ἰλλυριοὺς καὶ θωρακίτας, ἅμα δὲ τὸ ξενικὸν ἅπαν καὶ τοὺς εὐζώνους, κατὰ δὲ τὴν ἑξῆς ὡς πρὸς τὰς δύσεις τοὺς φαλαγγίτας, ἔτι δὲ κατὰ τὴν ἐχομένην τοὺς πολιτικοὺς ἱππεῖς.
就在同一时间,菲洛皮门将军队分为三路出曼提尼亚:从波塞冬神庙通往城外的路上,他派出了伊利里亚兵、胸甲兵,以及全体外籍雇佣兵和轻装兵;从相邻的偏西之路上,他派出了方阵步兵;而从再相邻的路上,他派出了城邦的公民骑兵。
§11.11.5τοῖς μὲν οὖν εὐζώνοις κατελάβετο πρώτοις τὸν λόφον τὸν πρὸ τῆς πόλεως, ὃς ἀνατείνων ἱκανὸν ὑπὲρ τὴν ὁδὸν κεῖται τὴν Ξενίδα καὶ τὸ προειρημένον ἱερόν· τοὺς δὲ θωρακίτας συνάπτων ἐπὶ τὴν μεσημβρίαν κατέστησε.
于是,他首先利用轻装兵占领了城市前方的丘陵,该丘陵高耸于克塞尼斯路和上述神庙之上;接着,他让胸甲兵与他们相接,部署在偏南方向。
τούτοις δὲ συνεχεῖς τοὺς Ἰλλυριοὺς παρενέβαλε.
紧挨着这些胸甲兵,他安插了伊利里亚兵。
§11.11.6μετὰ δὲ τούτους ἐπὶ τὴν αὐτὴν εὐθεῖαν τὴν φάλαγγα κατὰ τέλη σπειρηδὸν ἐν διαστήμασιν ἐπέστησε παρὰ τὴν τάφρον τὴν φέρουσαν ἐπὶ τοῦ Ποσειδίου διὰ μέσου τοῦ τῶν Μαντινέων πεδίου καὶ συνάπτουσαν τοῖς ὄρεσι τοῖς συντερμονοῦσι τῇ τῶν Ἐλισφασίων χώρᾳ.
在他们之后,在同一条直线上,他将方阵按大队间隔部署。 他们沿着那条穿过曼提尼亚平原中部、通往波塞迪翁并与埃利斯法斯人领地交界的山脉相连的战壕排列。
§11.11.7πρὸς μὲν τούτοις ἐπὶ τὸ δεξιὸν κέρας ἐπέστησε τοὺς Ἀχαϊκοὺς ἱππεῖς, ὧν Ἀρισταίνετος ἡγεῖτο Δυμαῖος· κατὰ δὲ τὸ λαιὸν αὐτὸς εἶχε τὸ ξενικὸν ἅπαν ἐν ἐπαλλήλοις τάξεσιν.
在此基础上,他在右翼部署了由杜梅人阿里斯泰内托斯率领的阿凯亚骑兵;而在左翼,他自己则亲自率领全体外籍雇佣兵,排成重叠的纵深队形。

词汇与语法注释

  1. 11.11.1ὡς ἂν εἰ κατʼ εὐχὴν αὐτῷ γίνεσθαι τὴν τῶν Ἀχαιῶν ὁρμήν — 由 ὡς ἂν εἰ(仿佛、好似)引导的对格不定式结构,隶属于分词 νομίζων。不定式 γίνεσθαι 的逻辑主语是 τὴν τῶν Ἀχαιῶν ὁρμήν。
  2. 11.11.4κατὰ μὲν τὴν ἐκ τοῦ Ποσειδῶνος ἱεροῦ φέρουσαν — 在前置词 κατά 之后,阴性单数宾格冠词 τὴν 和分词 φέρουσαν 暗含了阴性名词 ὁδόν(道路)的省略。随后的短语 κατὰ δὲ τὴν ἑξῆς 和 κατὰ τὴν ἐχομένην 亦采用相同的省略结构。
  3. 11.11.6σπειρηδὸν — 源自名词 σπεῖρα(大队、战术单位)的副词。意为“按大队”或“成密集战术单位地”,在此描述方阵如何以一定的间隔(ἐν διαστήμασιν)分成若干块队部署。

引用这一段

波利比奥斯, 历史 §11.11.1-11.11.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:11.11.1-11.11.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。