§10.47.1πολλοὶ δὲ γίνονθʼ οἱ πυρσοὶ διὰ τὸ δεῖν ὑπὲρ ἑκάστου γράμματος διττὰς ποιεῖσθαι τὰς πυρσείας.
所需的火炬数量很多,因为每个字母都需要发出双重火炬信号。
§10.47.2οὐ μὴν ἀλλʼ ἐάν τις εὐτρεπῆ ποιήσῃ τὰ πρὸς τὸ πρᾶγμα, δύναται γίνεσθαι τὸ δέον.
尽管如此,如果人们为此做好充分准备,所需的事情仍然是可以实现的。
§10.47.3καθʼ ἑκατέραν δὲ τὴν ἐπίνοιαν προμελετᾶν δεῖ τοὺς χειρίζοντας, ἵνα τῆς χρείας γινομένης ἀδιαπτώτως δύνωνται διασαφεῖν ἀλλήλοις.
在这两种方案中,操作人员都必须事先演练,以便在需要时能够准确无误地相互传达。
§10.47.4πηλίκην δὲ συμβαίνει φαίνεσθαι τὴν διαφορὰν ἐπὶ τῶν αὐτῶν πραγμάτων πρῶτον λεγομένων καὶ πάλιν κατὰ συνήθειαν γινομένων, ἐκ πολλῶν εὐχερὲς τῷ βουλομένῳ καταμαθεῖν.
至于同一件事情在最初提起时和凭习惯付诸实行时显得有多大差别,有志者很容易从许多事例中了解到。
§10.47.5πολλὰ γὰρ οὐ μόνον τῶν δυσχερῶν, ἀλλὰ καὶ τῶν ἀδυνάτων εἶναι δοκούντων κατὰ τὰς ἀρχάς, μετὰ ταῦτα χρόνου καὶ συνηθείας τυχόντα ῥᾷστα πάντων ἐπιτελεῖται.
因为许多事情不仅在开始时显得困难,甚至被认为是绝对不可能的,但此后在获得时间和习惯的帮助下,却最容易地被完成了。
§10.47.6τοῦ δὲ τοιούτου λόγου παραδείγματα μὲν πολλὰ καὶ ἕτερα πρὸς πίστιν, ἐναργέστατον δὲ τὸ γινόμενον ἐπὶ τῆς ἀναγνώσεως.
证明这一说法的事例还有很多,但最显而易见的莫过于阅读的过程。
§10.47.7ἐπὶ γὰρ ἐκείνης, εἴ τις παραστησάμενος ἄνθρωπον ἄπειρον μὲν καὶ ἀσυνήθη γραμματικῆς, τἄλλα δʼ ἀγχίνουν, κἄπειτα παιδάριον ἕξιν ἔχον παραστήσας καὶ δοὺς βυβλίον κελεύοι λέγειν τὰ γεγραμμένα, §10.47.8δῆλον ὡς οὐκ ἂν δύναιτο πιστεῦσαι διότι δεῖ πρῶτον ἐπὶ τὰς ὄψεις τὰς ἑνὸς ἑκάστου τῶν γραμμάτων ἐπιστῆσαι τὸν ἀναγινώσκοντα, δεύτερον ἐπὶ τὰς δυνάμεις, τρίτον ἐπὶ τὰς πρὸς ἄλληλα συμπλοκάς, ὧν ἕκαστον ποσοῦ χρόνου τινὸς δεῖται.
因为在阅读时,如果有人让一个虽然聪明、但对文字毫无经验且不习惯的人站在一旁,然后让一个已经养成阅读习惯的少年站在他旁边,递给他一本书,并命令他读出书上的内容,显然,那个大人将无法相信:阅读者首先必须注视每一个字母的字形,其次是其读音,第三是它们相互之间的结合,而其中每一个步骤都需要一定的时间。
§10.47.9διόπερ ὅταν ἀνεπιστάτως θεωρῇ τὸ παιδάριον ὑπὸ τὴν ἀναπνοὴν ἑπτὰ καὶ πέντε στίχους συνεῖρον, οὐκ ἂν εὐχερῶς δύναιτο πιστεῦσαι διότι πρότερον οὗτος οὐκ ἀνέγνωκε τὸ βυβλίον· §10.47.10εἰ δὲ καὶ τὴν ὑπόκρισιν καὶ τὰς διαιρέσεις, ἔτι δὲ δασύτητας καὶ ψιλότητας δύναιτο συσσῴζειν, οὐδὲ τελέως.
因此,当他看到少年毫不犹豫地一口气连读五行或七行字时,他绝不会轻易相信这少年以前从未读过这本书;如果少年甚至还能保持朗读的语调、停顿,乃至送气音和不送气音的区分,他就更完全无法相信了。
§10.47.11διόπερ οὐκ ἀποστατέον οὐδενὸς τῶν χρησίμων διὰ τὰς προφαινομένας δυσχερείας, προσακτέον δὲ τὴν ἕξιν, ᾗ πάντα τὰ καλὰ γίνεται θηρατὰ τοῖς ἀνθρώποις, ἄλλως τε καὶ περὶ τῶν τοιούτων, ἐν οἷς πολλάκις κεῖται τὸ συνέχον τῆς σωτηρίας.
因此,绝不能因为眼前出现的困难而放弃任何有益的事情,而必须致力于习惯的培养,人类正是通过习惯才能猎取一切美好的事物,特别是在那些往往关系到生存安危的关键事情上。
§10.47.12ταῦτα μὲν οὖν κατὰ τὴν ἐξ ἀρχῆς ἐπαγγελίαν προήχθημεν εἰπεῖν.
那么,我们是按照最初的承诺来谈论这些事情的。
ἔφαμεν γὰρ πάντα τὰ θεωρήματα καθʼ ἡμᾶς ἐπὶ τοσοῦτον εἰληφέναι τὰς προκοπάς, ὥστε τῶν πλείστων τρόπον τινὰ μεθοδικὰς εἶναι τὰς ἐπιστήμας.
因为我们曾说,我们时代的各种理论和学问已经取得了如此巨大的进步,以至于对其中大多数而言,知识在某种程度上已经成为了有系统的方法。
§10.47.13διὸ καὶ τοῦτο γίνεται τῆς δεόντως ἱστορίας συντεταγμένης ὠφελιμώτατον.
因此,如果历史书写得当,这部分内容也将成为最有益的部分。