Humanitext Reader

波利比奥斯 · 历史 §10.43.1-10.43.10

烽火通信在军事中的重要性与局限

第 689 段,共 1311 段 · 希腊语

内容简介

阐述了烽火信号在战争中的重要作用,并指出了传统简单方法的局限性,即无法应对和传递难以预料的突发事件。

§10.43.1τοῦ δὲ κατὰ τὰς πυρσείας γένους, μεγίστας δὴ παρεχομένου χρείας ἐν τοῖς πολεμικοῖς, ἀνεργάστου πρότερον ὑπάρχοντος, χρήσιμον εἶναί μοι δοκεῖ τὸ μὴ παραδραμεῖν, ἀλλὰ ποιήσασθαι περὶ αὐτοῦ τὴν ἁρμόζουσαν μνήμην.
由于烽火信号的方法虽然在战争中具有极大的实用价值,但以前尚未得到开发,因此我认为不应将其忽略,而应予以适当的记载。
§10.43.2ὅτι μὲν οὖν ὁ καιρὸς ἐν πᾶσι μεγάλην ἔχει μερίδα πρὸς τὰς ἐπιβολάς, μεγίστην δʼ ἐν τοῖς πολεμικοῖς, παντὶ δῆλον· τῶν δὲ πρὸς τοῦτο συναγωνισμάτων πλείστην ἔχουσι δύναμιν οἱ πυρσοί.
因此,在一切行动中,尤其是在战争中,时机都起着极大的作用,这是显而易见的;而在对此有所助益的手段中,烽火具有最大的力量。
§10.43.3ἄρτι γὰρ τὰ μὲν γέγονε, τινὰ δʼ ἀκμὴν ἐνεργεῖται καὶ δυνατόν ἐστι γινώσκειν, ᾧ μέλει, ποτὲ μὲν ἡμερῶν τριῶν ἢ τεττάρων ὁδὸν ἀπέχοντι, ποτὲ δὲ καὶ πλειόνων.
因为有些事情刚刚发生,有些事情正处于发生的关头,这使得关心此事的人有可能获悉,有时他身在三四天路程之外,有时甚至更远。
§10.43.4ὥστʼ ἀεὶ τοῖς δεομένοις πράγμασιν ἐπικουρίας παράδοξον γίνεσθαι τὴν βοήθειαν διὰ τῆς τῶν πυρσῶν ἀπαγγελίας.
因此,通过烽火的传达,救援总是能够出人意料地送达那些急需协助的事务中。
§10.43.5τὸν μὲν οὖν πρὸ τούτου χρόνον ἁπλῆς γινομένης τῆς πυρσείας κατὰ τὸ πλεῖστον αὐτὴν ἀνωφελῆ συνέβαινε γίνεσθαι τοῖς χρωμένοις.
在以前的时候,由于烽火信号大多比较简单,结果对使用者而言往往毫无用处。
§10.43.6διὰ γὰρ συνθημάτων ὡρισμένων ἔδει τὴν χρείαν συντελεῖν· τῶν δὲ πραγμάτων ἀορίστων ὑπαρχόντων τὰ πλεῖστα διέφυγε τὴν τῶν πυρσῶν χρείαν, οἷον ἐπʼ αὐτῶν τῶν νῦν εἰρημένων.
因为他们必须通过预先约定的信号来完成这一服务;然而,由于事态是难以预料的,大多数情况都超出了烽火信号的使用范围,正如刚才所提到的那些情况一样。
§10.43.7ὅτι μὲν οὖν εἰς Ὠρεὸν καὶ Πεπάρηθον ἢ Χαλκίδα πάρεστι στόλος, δυνατὸν ἦν διασαφεῖν τοῖς περὶ τούτου συνθεμένοις· §10.43.8ὅτι δὲ μεταβάλλονταί τινες τῶν πολιτῶν ἢ προδιδόασιν, ἢ φόνος ἐν τῇ πόλει γέγονεν, ἤ τι τῶν τοιούτων, ἃ δὴ συμβαίνει μὲν πολλάκις, πρόληψιν δʼ ἔχειν πάντων ἀδύνατον — §10.43.9μάλιστα δὲ τὰ παραδόξως γινόμενα τῆς ἐκ τοῦ καιροῦ συμβουλίας καὶ ἐπικουρίας προσδεῖται — τὰ τοιαῦτα πάντα διέφυγε τὴν τῶν πυρσῶν χρείαν.
因此,有舰队到达奥雷乌斯、佩帕雷索斯或哈尔基斯,这对于对此有过约定的人来说是可以表明的;但是,某些公民正在改变立场或进行背叛,或者城内发生了屠杀,以及诸如此类的事情——这些事情确实经常发生,但不可能对所有这些都有所预见—— 尤其是那些出人意料发生的事情,最需要临时的建议和援助——所有这些事情都超出了烽火信号的使用范围。
§10.43.10περὶ ὧν γὰρ οὐκ ἐνεδέχετο προνοηθῆναι, περὶ τούτων οὐδὲ σύνθημα ποιήσασθαι δυνατόν.
因为对于那些无法预料的事情,甚至不可能制定出约定信号。

词汇与语法注释

  1. §10.43.1τοῦ δὲ κατὰ τὰς πυρσείας γένους — 属格独立结构(genitive absolute)。名词短语 τοῦ ... γένους 与现在分词 ὑπάρχοντος 均用属格,表示与主句主语不同的副词性背景(让步或原因)。
  2. §10.43.3ἀπέχοντι — 现在分词 ἀπέχοντι(与格单数阳性)与前面的关系代名词 ᾧ(在 ᾧ μέλει 中,“对于关心此事的人”)在性、数、格上保持一致,表示时间或情况上的限定(“当他距离……之遥时”)。
  3. §10.43.4τοῖς δεομένοις πράγμασιν ἐπικουρίας — 分词 δεομένοις(动词 δέομαι“需要”的现在分词与格复数)修饰名词 πράγμασιν,并因其“缺乏、需要”的语义而要求属格 ἐπικουρίας(“援助”)作为补足语。整个短语作为利益与格或关系与格(“对于需要援助的事务”),修饰 γίνεσθαι。

引用这一段

波利比奥斯, 历史 §10.43.1-10.43.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:10.43.1-10.43.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。