§10.42.1ποιεῖσθαι τὴν ὁρμήν.
……(需要)发动出击。
προσπεσόντος δʼ αὐτῷ κατὰ τὸν καιρὸν τοῦτον τοὺς περὶ τὸν Ἄτταλον διάραντας καὶ προσορμήσαντας τῇ Πεπαρήθῳ κατεσχηκέναι τὴν χώραν, τούτοις μὲν ἐξαπέστειλε τοὺς παραφυλάξοντας τὴν πόλιν, §10.42.2εἰς δὲ Φωκέας καὶ τοὺς κατὰ τὴν Βοιωτίαν τόπους Πολυφάνταν ἐξέπεμψε μετὰ συμμέτρου δυνάμεως, εἰς δὲ Χαλκίδα καὶ τὴν ἄλλην Εὔβοιαν Μένιππον, ἔχοντα πελταστὰς χιλίους, Ἀγριᾶνας πεντακοσίους.
正值此时,有消息传到他那里,称阿塔罗斯一派已渡海并在佩帕雷索斯岛停泊,占领了该地,于是他向佩帕雷索斯人派遣了守卫该城的兵力,同时向福基斯和波奥蒂亚各地派遣了波吕凡塔斯及适量军队,向哈尔基斯和尤博亚其余地区派遣了梅尼普斯,携带一千名轻盾兵和五百名阿格里亚奈人。
§10.42.3αὐτὸς δὲ προῆγε ποιούμενος τὴν πορείαν εἰς Σκοτοῦσαν, παραπλησίως δὲ καὶ τοῖς Μακεδόσιν εἰς ταύτην τὴν πόλιν παρήγγειλεν ἀπαντᾶν.
他自己则向斯科图萨进军,并同样命令马其顿人在该城与他会合。
§10.42.4πυθόμενος δὲ τοὺς περὶ τὸν Ἄτταλον εἰς Νίκαιαν καταπεπλευκέναι, τῶν δʼ Αἰτωλῶν τοὺς ἄρχοντας εἰς Ἡράκλειαν ἁθροίζεσθαι χάριν τοῦ κοινολογηθῆναι πρὸς ἀλλήλους ὑπὲρ τῶν ἐνεστώτων, ἀναλαβὼν τὴν δύναμιν ἐκ τῆς Σκοτούσης ὥρμησε σπεύδων καταταχῆσαι καὶ πτοήσας διασῦραι τὴν σύνοδον αὐτῶν.
在得知阿塔罗斯一派已驶入尼凯亚,而埃托利亚人的领袖们正聚集在赫拉克莱亚以便就当前局势进行商议后,他率领军队从斯科图萨出发,急于捷足先登,并通过恐吓来瓦解他们的集会。
§10.42.5τοῦ μὲν οὖν συλλόγου καθυστέρει, τὸν δὲ σῖτον φθείρας καὶ παρελόμενος τῶν περὶ τὸν Αἰνιᾶνα κόλπον κατοικούντων ἐπανῆλθε.
因此,他虽未能赶上会议,但在毁坏并掠夺了埃尼亚内斯湾周围居民的谷物之后返回了。
§10.42.6καὶ τὴν μὲν δύναμιν ἐν τῇ Σκοτούσῃ πάλιν ἀπέλειπε, μετὰ δὲ τῶν εὐζώνων καὶ τῆς βασιλικῆς ἴλης εἰς Δημητριάδα καταλύσας ἔμενε, καραδοκῶν τὰς τῶν ἐναντίων ἐπιβολάς.
他再次将军队留在斯科图萨,自己则率领轻装兵和国王骑兵队在德米特里阿斯驻扎留守,密切注视着敌人的企图。
§10.42.7ἵνα δὲ μηδὲν αὐτὸν λανθάνῃ τῶν πραττομένων, διεπέμψατο πρὸς Πεπαρηθίους καὶ πρὸς τοὺς ἐπὶ τῆς Φωκίδος, ὁμοίως δὲ καὶ πρὸς τοὺς ἐπὶ τῆς Εὐβοίας, καὶ παρήγγειλε διασαφεῖν αὑτῷ πάντα τὰ γινόμενα διὰ τῶν πυρσῶν ἐπὶ τὸ Τίσαιον.
为了不漏掉任何发生的事情,他派人前往佩帕雷索斯人、福基斯人以及尤博亚人那里,命令他们通过烽火将发生的一切情况传送至蒂赛翁山以向他报告。
τοῦτο δʼ ἐστὶ τῆς Θετταλίας ὄρος, §10.42.8εὐφυῶς κείμενον πρὸς τὰς τῶν προειρημένων τόπων περιφάσεις.
这是色萨利的一座山,其地理位置极便于俯瞰上述地区。