Humanitext Reader

波利比奥斯 · 历史 §10.40.1-10.40.12

西庇阿拒绝王者称号与度量

第 686 段,共 1311 段 · 希腊语

内容简介

普布利乌斯在处理迦太基战俘时被伊比利亚人尊称为“国王”,但他拒绝了这一头衔并命令他们称其为“将军”,作者由此赞赏了他非凡的宽宏大量。

§10.40.1εἰς δὲ τὴν ἐπαύριον συναθροίσας τὸ τῶν αἰχμαλώτων πλῆθος, ὧν ἦσαν πεζοὶ μὲν εἰς μυρίους, ἱππεῖς δὲ πλείους δισχιλίων, ἐγίνετο περὶ τὴν τούτων οἰκονομίαν.
次日,他召集了大量俘虏,其中步兵约一万人,骑兵两千余人,并开始着手处理他们的安置事宜。
§10.40.2τῶν δʼ Ἰβήρων ὅσοι κατὰ τοὺς προειρημένους τόπους Καρχηδονίοις τότε συνεμάχουν, ἧκον ἐγχειρίζοντες σφᾶς αὐτοὺς εἰς τὴν Ῥωμαίων πίστιν, κατὰ δὲ τὰς ἐντεύξεις βασιλέα προσεφώνουν τὸν Πόπλιον.
在上述地区当时与迦太基人同盟的伊比利亚人,纷纷前来将自己托付给罗马人的信义,并在会见时称呼普布利乌斯为“国王”。
§10.40.3πρῶτον μὲν οὖν ἐποίησε τοῦτο καὶ προσεκύνησε πρῶτος Ἐδεκών, μετὰ δὲ τοῦτον οἱ περὶ τὸν Ἀνδοβάλην.
首先,埃德科这样做并第一个向他俯伏行礼,随后是安多巴莱斯及其随从。
τότε μὲν οὖν ἀνεπιστάτως αὐτὸν παρέδραμε τὸ ῥηθέν· §10.40.4μετὰ δὲ τὴν μάχην ἁπάντων βασιλέα προσφωνούντων, εἰς ἐπίστασιν ἤγαγε τὸν Πόπλιον τὸ γινόμενον.
在当时,这一称呼并未引起他的注意而过去了;但在战斗之后,当所有人均称呼他为“国王”时,这一情况引起了普布利乌斯的注意。
§10.40.5διὸ καὶ συναθροίσας τοὺς Ἴβηρας βασιλικὸς μὲν ἔφη βούλεσθαι καὶ λέγεσθαι παρὰ πᾶσι καὶ ταῖς ἀληθείαις ὑπάρχειν, βασιλεύς γε μὴν οὔτʼ εἶναι θέλειν οὔτε λέγεσθαι παρʼ οὐδενί.
因此,他召集了伊比利亚人,表示自己希望在精神上具有王者的器度,并被所有人如此称呼,且在事实上也是如此,但他既不想成为国王,也不想被任何人称为国王。
ταῦτα δʼ εἰπὼν παρήγγειλε στρατηγὸν αὑτὸν προσφωνεῖν.
说完这些后,他命令他们称呼自己为“将军”。
§10.40.6ἴσως μὲν οὖν καὶ τότε δικαίως ἄν τις ἐπεσημήνατο τὴν μεγαλοψυχίαν τἀνδρός, ᾗ κομιδῇ νέος ὢν καὶ τῆς τύχης αὐτῷ συνεκδραμούσης ἐπὶ τοσοῦτον ὥστε πάντας τοὺς ὑποταττομένους ἐξ αὑτῶν ἐπί τε ταύτην κατενεχθῆναι τὴν διάληψιν καὶ τὴν ὀνομασίαν, ὅμως ἐν ἑαυτῷ διέμεινε καὶ παρῃτεῖτο τὴν τοιαύτην ὁρμὴν καὶ φαντασίαν.
也许在当时,人们就会公正地赞叹这个人的宽宏大量,因为他极其年轻,且命运与他并肩疾驰,以至于所有臣服的人都自发地产生这种看法和称呼,但他依然保持自我,谢绝了这种冲动和虚幻的虚荣。
§10.40.7πολὺ δὲ μᾶλλον ἄν τις θαυμάσειε τὴν ὑπερβολὴν τῆς περὶ τὸν ἄνδρα μεγαλοψυχίας, βλέψας εἰς τοὺς ἐσχάτους τοῦ βίου καιρούς, ἡνίκα πρὸς τοῖς κατὰ τὴν Ἰβηρίαν ἔργοις κατεστρέψατο μὲν Καρχηδονίους, καὶ τὰ πλεῖστα καὶ κάλλιστα μέρη τῆς Λιβύης ἀπὸ τῶν Φιλαίνου βωμῶν ἕως Ἡρακλείων στηλῶν ὑπὸ τὴν τῆς πατρίδος ἐξουσίαν ἤγαγε, κατεστρέψατο δὲ τὴν Ἀσίαν καὶ τοὺς τῆς Συρίας βασιλεῖς, καὶ τὸ κάλλιστον καὶ μέγιστον μέρος τῆς οἰκουμένης ὑπήκοον ἐποίησε Ῥωμαίοις, ἔλαβε δὲ καιροὺς εἰς τὸ περιποιήσασθαι δυναστείαν βασιλικὴν ἐν οἷς ἐπιβάλοιτο καὶ βουληθείη τόποις τῆς οἰκουμένης.
但如果看到他生命最后的时期,人们会更加赞叹此人无可估量的宽宏大量,当时除了他在伊比利亚的功绩外,他还征服了迦太基人,将利比亚从菲莱诺斯祭坛到赫拉克勒斯之柱的最广阔、最美丽的部分置于祖国的统治之下,并征服了亚洲和叙利亚的国王们,使已知世界最美丽、最庞大的部分臣服于罗马人,并且在世界上他所企图和渴望的任何地方,他都有机会获得王者的统治权。
§10.40.8ταῦτα γὰρ οὐ μόνον ἀνθρωπίνην φύσιν, ἀλλὰ καὶ θειοτέραν, εἰ θέμις εἰπεῖν, ὑπερφρονεῖν ἂν ἐποίησεν.
因为这些事情不仅会让凡人的本性,甚至如果允许这样说的话,会让更接近神圣的本性也会产生傲慢。
§10.40.9Πόπλιος δὲ τοσοῦτον ὑπερέθετο μεγαλοψυχίᾳ τοὺς ἄλλους ἀνθρώπους ὡς οὗ μεῖζον ἀγαθὸν εὔξασθαί τις τοῖς θεοῖς οὐ τολμήσειε, λέγω δὲ βασιλείας, τοῦτʼ ἐκεῖνος πολλάκις ὑπὸ τῆς τύχης αὐτῷ δεδομένον ἀπηξίωσε, καὶ περὶ πλείονος ἐποιήσατο τὴν πατρίδα καὶ τὴν ταύτης πίστιν τῆς περιβλέπτου καὶ μακαριστῆς βασιλείας.
然而,普布利乌斯在宽宏大量上如此超越常人,以至于人们甚至不敢向神明祈求比这更大的恩赐——我指的是王权——他却屡次拒绝了命运赐予他的这一地位,并认为祖国及其对祖国的信义比那令人瞩目和羡慕的王权更为珍贵。
§10.40.10πλὴν τότε γε διαλέξας ἐκ τῶν αἰχμαλώτων τοὺς Ἴβηρας, τούτους μὲν ἀπέλυσε χωρὶς λύτρων πάντας εἰς τὰς ἑαυτῶν πατρίδας, τῶν δʼ ἵππων τριακοσίους κελεύσας ἐκλέξαι τοῖς περὶ τὸν Ἀνδοβάλην τοὺς λοιποὺς διέδωκε τοῖς ἀνίπποις.
不过在当时,他从俘虏中挑选出伊比利亚人,将他们全部无偿释放回各自的祖国;并命令安多巴莱斯及其随从挑选三百匹马,将其余的马匹分发给没有马匹的士兵。
§10.40.11καὶ τὸ λοιπὸν ἤδη μεταλαβὼν τὴν τῶν Καρχηδονίων στρατοπεδείαν διὰ τὴν τῶν τόπων εὐφυΐαν, αὐτὸς μὲν ἔμενε καραδοκῶν τοὺς καταλειπομένους τῶν Καρχηδονίων στρατηγούς, ἐπὶ δὲ τὰς ὑπερβολὰς τῶν Πυρηναίων ὀρέων ἐξαπέστειλε τοὺς τηρήσοντας τὸν Ἀσδρούβαν.
此后,由于地势优越,他移驻迦太基人的营地,自己留在那里密切注视残余的迦太基将领,同时派人前往比利牛斯山脉的通道去监视哈斯德鲁巴。
§10.40.12μετὰ δὲ ταῦτα, τῆς ὥρας ἤδη συναπτούσης, ἀνεχώρησε μετὰ τῆς δυνάμεως εἰς Ταρράκωνʼ, ἐν τούτοις τοῖς τόποις ποιεῖσθαι τὴν παραχειμασίαν.
此后,由于季节已经临近冬季,他率领军队撤退至塔拉科,在这些地区进行冬营。

词汇与语法注释

  1. 10.40.5βασιλικός — 形容词 βασιλικός(“具有王者器度的、高贵的”)与名词 βασιλεύς(“国王”)之间的对比。普布利乌斯希望拥有王者的心胸,但从罗马人的立场出发,断然拒绝了“国王”这一实际的头衔和地位。
  2. 10.40.6ἐπεσημήνατο — 直说过去时 ἐπεσημήνατο 连用小词 ἄν 表示对过去可能发生之事的推测(“人们本可以公正地赞叹”)。此外,与格关系代词 ᾗ 在此引导原因从句(“因为”、“由于”),解释赞叹的理由。
  3. 10.40.7ἐν οἷς ἐπιβάλοιτο καὶ βουληθείη τόποις — 关系从句中先行词 τόποις 被吸收到关系代词之后的结构(先行词抱合),意为“在已知世界上他所企图和渴望的任何地方”。
  4. 10.40.9ὡς οὗ μεῖζον ἀγαθὸν εὔξασθαί τις τοῖς θεοῖς οὐ τολμήσειε — 连词 ὡς 与希求语气(τολμήσειε)连用,表示程度或虚拟的结果(“以至于没有人敢于……”)。关系代词 οὗ 是比较属格,修饰后方的比较级形容词 μεῖζον(“比这更大的”)。

引用这一段

波利比奥斯, 历史 §10.40.1-10.40.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:10.40.1-10.40.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。