§10.35.1διαλεχθεὶς ἐπέσχεν·
埃德康说完便停了下来。
ὁ δὲ Πόπλιος, καὶ πάλαι πρὸς τοῦτο τὸ μέρος ἕτοιμος ὢν καὶ συλλελογισμένος παραπλήσια τοῖς ὑπὸ τοῦ Ἐδεκῶνος εἰρημένοις, τὴν γυναῖκα καὶ τὰ τέκνα παρέδωκεν αὐτῷ καὶ τὴν φιλίαν συνέθετο.
普布利乌斯早就对此做好准备,并且得出了与埃德康所言非常相似的结论,于是将妻子和孩子们交还给他,并与他结成了友好关系。
§10.35.2πρὸς δὲ τούτοις παρὰ τὴν συνουσίαν ποικίλως ψυχαγωγήσας τὸν Ἴβηρα καὶ πᾶσι τοῖς αὐτοῦ μεγάλας εἰς τὸ μέλλον ἐλπίδας ὑπογράψας, οὕτως εἰς τὴν οἰκείαν ἐξαπέστειλε.
除此之外,他在会面期间通过各种方式赢得了这位伊比利亚人的心,并向他的所有随行人员描绘了未来的巨大希望,然后就这样送他回了家。
§10.35.3τούτου τοῦ πράγματος ταχέως περιβοήτου γενομένου πάντας συνέβη τοὺς ἐντὸς Ἴβηρος ποταμοῦ κατοικοῦντας οἷον ἀπὸ μιᾶς ὁρμῆς ἑλέσθαι τὰ Ῥωμαίων, ὅσοι μὴ πρότερον αὐτῶν ὑπῆρχον φίλοι.
随着这件事迅速传开,埃布罗河以南的所有居民中,凡是先前不是罗马人朋友的,都仿佛受到同一种冲动支配一般,选择了罗马人的立场。
§10.35.4ταῦτα μὲν οὖν καλῶς κατὰ νοῦν ἐχώρει τῷ Ποπλίῳ·
于是,这些事情都如普布利乌斯所愿顺利进行。
§10.35.5μετὰ δὲ τὸν τούτων χωρισμὸν τὰς μὲν ναυτικὰς δυνάμεις διέλυσε, θεωρῶν οὐδὲν ἀντίπαλον ὑπάρχον κατὰ θάλατταν, ἐκ δὲ τῶν ναυτῶν ἐκλέξας τοὺς ἐπιτηδείους ἐπὶ τὰς σημαίας ἐμέρισε.
在他们离开后,普布利乌斯看到海上没有敌对势力,便解散了海军力量,但从水兵中选出合适的人分配到各步兵队中。
καὶ συνηύξησε τοιούτῳ τρόπῳ τὰς πεζικὰς δυνάμεις.
他用这种方法增强了陆军力量。
Ἀνδοβάλης δὲ καὶ Μανδόνιος, §10.35.6μέγιστοι μὲν ὄντες δυνάσται τότε τῶν κατʼ Ἰβηρίαν, ἀληθινώτατοι δὲ Καρχηδονίων φίλοι δοξαζόμενοι, πάλαι μὲν ὑπούλως διέκειντο καὶ καιρὸν ἐπετήρουν, ἐξ ὅτου προσποιηθέντες οἱ περὶ τὸν Ἀσδρούβαν ἀπιστεῖν αὐτοῖς ᾔτησαν χρημάτων τε πλῆθος καὶ τὰς γυναῖκας καὶ τὰς θυγατέρας εἰς ὁμηρείαν, καθάπερ ἐν τοῖς πρὸ τούτων ἐδηλώσαμεν·
至于安多巴雷斯和曼多尼乌斯,他们当时是伊比利亚最大的统治者,并被公认为卡太基人最真诚的朋友,但自从哈斯德鲁巴及其同伙假装不信任他们,要求提供巨额资金并索要其妻子和女儿作为人质以来(正如我们在前文中已说明的那样),他们早已心怀不满并一直在窥测时机。
§10.35.7τότε δὲ νομίσαντες ἔχειν εὐφυῆ καιρόν, ἀναλαβόντες τὰς ἑαυτῶν δυνάμεις ἐκ τῆς Καρχηδονίων παρεμβολῆς νυκτὸς ἀπεχώρησαν εἴς τινας ἐρυμνοὺς τόπους καὶ δυναμένους αὐτοῖς τὴν ἀσφάλειαν παρασκευάζειν.
此时他们认为得到了绝佳的机会,便率领自己的军队在夜间撤离了卡太基人的营地,退往一些能够确保其安全的险要地带。
§10.35.8οὗ γενομένου καὶ τῶν ἄλλων Ἰβήρων συνέβη τοὺς πλείστους ἀπολιπεῖν Ἀσδρούβαν, πάλαι μὲν βαρυνομένους ὑπὸ τῆς τῶν Καρχηδονίων ἀγερωχίας, τότε δὲ πρῶτον καιρὸν λαβόντας εἰς τὸ φανερὰν ποιῆσαι τὴν αὑτῶν προαίρεσιν.
随着此事的发生,其他大多数伊比利亚人也纷纷背弃了哈斯德鲁巴,他们早已对卡太基人的傲慢感到厌烦,而现在第一次得到了公开表明自己真实意图的机会。