§10.34.1κατὰ δὲ τὴν Ἰβηρίαν Πόπλιος ὁ τῶν Ῥωμαίων στρατηγός, ποιούμενος τὴν παραχειμασίαν ἐν Ταρράκωνι, καθάπερ ἐν τοῖς πρὸ τούτων δεδηλώκαμεν, πρῶτον μὲν τοὺς Ἴβηρας εἰς τὴν αὑτῶν φιλίαν καὶ πίστιν ἐνεδήσατο διὰ τῆς τῶν ὁμήρων ἑκάστοις ἀποδόσεως,
在伊比利亚,罗马人的将领普布利乌斯正如我们在前文中已说明的那样在塔拉科过冬,他首先通过将人质分别归还给每个人,使伊比利亚人与他们建立了友谊和信任。
§10.34.2λαβὼν συναγωνιστὴν ἐκ ταὐτομάτου πρὸς τοῦτο τὸ μέρος Ἐδεκῶνα τὸν Ἐδετανῶν δυνάστην, ὃς ἅμα τῷ προσπεσεῖν τὴν Καρχηδόνος ἅλωσιν καὶ γενέσθαι κύριον τῆς γυναικὸς αὐτοῦ καὶ τῶν υἱῶν τὸν Πόπλιον, εὐθέως συλλογισάμενος τὴν ἐσομένην τῶν Ἰβήρων μεταβολὴν ἀρχηγὸς ἐβουλήθη γενέσθαι τῆς αὐτῆς ὁρμῆς,
在这件事上,他意外地得到了埃德塔尼亚人的统治者埃德康作为同盟者,埃德康一听说卡太基被攻占以及普布利乌斯掌控了他的妻子和儿子,便立刻推测出伊比利亚人即将发生的转变,并希望成为这一相同趋势的带头人。
§10.34.3μάλιστα πεπεισμένος οὕτως τὴν γυναῖκα καὶ τὰ τέκνα κομιεῖσθαι καὶ δόξειν οὐ κατʼ ἀνάγκην, ἀλλὰ κατὰ πρόθεσιν αἱρεῖσθαι τὰ Ῥωμαίων· ἃ καὶ συνέβη γενέσθαι.
他深信这样做不仅能领回妻子和孩子,而且会被视为并非出于被迫,而是出于自愿选择罗马人的一方;而事情也确实这样发生了。
§10.34.4τῶν γὰρ δυνάμεων ἄρτι διαφειμένων εἰς τὴν παραχειμασίαν παρῆν εἰς τὴν Ταρράκωνα μετὰ τῶν οἰκείων καὶ φίλων.
因为当军队刚被分散去过冬时,他就带着亲属和朋友来到了塔拉科。
§10.34.5ἐλθὼν δʼ εἰς λόγους τῷ Ποπλίῳ ταύτην ἔφη τοῖς θεοῖς μεγίστην χάριν ἔχειν, ὅτι πρῶτος τῶν κατὰ τὴν χώραν δυναστῶν ἥκει πρὸς αὐτόν.
他与普布利乌斯会面交谈,表示对神明怀有最深切的感激,因为他是该地区统治者中第一个来到他面前的人。
§10.34.6τοὺς μὲν γὰρ ἄλλους ἀκμὴν διαπέμπεσθαι καὶ βλέπειν πρὸς Καρχηδονίους, τὰς δὲ χεῖρας ἐκτείνειν Ῥωμαίοις· αὐτὸς δὲ παραγεγονέναι διδοὺς οὐ μόνον αὑτόν, ἀλλὰ καὶ τοὺς φίλους καὶ συγγενεῖς εἰς τὴν Ῥωμαίων πίστιν.
他说,因为其他人还在进行接触并观望卡太基人,同时又向罗马人伸出双手;而他自己则已亲自到来,不仅将他自己,而且将他的朋友和亲属都托付给罗马人的信用。
διόπερ ἂν νομισθῇ παρʼ αὐτῷ φίλος καὶ σύμμαχος, §10.34.7μεγάλην μὲν αὐτῷ πρὸς τὸ παρὸν ἔφη, μεγάλην δʼ εἰς τὸ μέλλον παρέξεσθαι χρείαν.
因此,如果他在他那里被视为朋友和盟友,他说,无论对眼前还是对未来,都将为他提供巨大的帮助。
§10.34.8παραυτίκα μὲν γὰρ θεασαμένους τοὺς Ἴβηρας πρός τε τὴν φιλίαν αὑτὸν προσδεδεγμένον καὶ τετευχότα τῶν ἀξιουμένων πάντας ἐπὶ τὸ παραπλήσιον ἥξειν, σπουδάζοντας κομίσασθαι τοὺς ἀναγκαίους καὶ τυχεῖν τῆς Ῥωμαίων συμμαχίας· §10.34.9εἰς δὲ τὸν μετὰ ταῦτα χρόνον προκαταληφθέντας τῇ τοιαύτῃ τιμῇ καὶ φιλανθρωπίᾳ συναγωνιστὰς ἀπροφασίστους ὑπάρξειν αὐτῷ πρὸς τὰ κατάλοιπα τῶν ἔργων.
因为伊比利亚人一旦看到他已被接纳为友并得到了所要求的一切,立刻就会全都以同样的方式前来,急于领回自己的亲人并获得罗马人的同盟;而在以后的时间里,他们被这种尊重和仁慈所预先感化,在余下的事业中,将成为他毫无保留、尽心竭力的合作者。
§10.34.10διόπερ ἠξίου τὴν γυναῖκα καὶ τὰ τέκνα κομίσασθαι, καὶ κριθεὶς φίλος ἐπανελθεῖν εἰς τὴν οἰκείαν, ἵνα λαβὼν ἀφορμὴν εὔλογον ἐναποδείξηται τὴν αὑτοῦ καὶ τῶν φίλων εὔνοιαν κατὰ δύναμιν εἴς τε τὸν Πόπλιον αὐτὸν καὶ τὰ Ῥωμαίων πράγματα.
因此,他请求领回妻子和孩子们,并在被确认为朋友后返回家乡,以便获得正当的契机,向普布利乌斯本人及罗马人的事业,尽力展现自己和朋友们的善意。
§10.34.11Ἐδεκὼν μὲν οὖν τοιαῦτα
埃德康说了这样的话——