Humanitext Reader

波利比奥斯 · 历史 §10.33.1-10.33.8

汉尼拔的审慎与指挥官人身安全的重要性

第 679 段,共 1311 段 · 希腊语

内容简介

作者赞扬汉尼拔对自身安全的高度关注,指出保护领袖是战败复兴和取得胜利的前提。随后,叙事转向利用吊门进行奇袭防御的场景。

§10.33.1διὸ καὶ τὸν Ἀννίβαν κατὰ πολλοὺς τρόπους ἀγαθὸν ἡγεμόνα κρίνων, §10.33.2κατὰ τοῦτο μάλιστά τις ἂν ἐπισημήναιτο, διότι πολλοὺς μὲν χρόνους ἐν τῇ πολεμίᾳ διατρίψας, πολλοῖς δὲ καιροῖς καὶ ποικίλοις χρησάμενος, ἔσφηλε μὲν τοὺς ὑπεναντίους πολλάκις ἐν ταῖς κατὰ μέρος χρείαις διὰ τὴν ἰδίαν ἀγχίνοιαν, ἐσφάλη δʼ οὐδέποτε τοσούτους καὶ τηλικούτους ἀγῶνας χειρίσας·
因此,在从许多方面判定汉尼拔是一位优秀的领袖时,人们在这一点上最应当予以赞赏:他虽在敌国土地上度过了漫长岁月,经历了许多不同且复杂的情况,凭借自己的机智屡次在局部交锋中挫败对手,然而在指挥了如此众多且如此重大的战役中,他自己却从未遭受过失败。
§10.33.3τοιαύτην ἐποιεῖτο τὴν πρόνοιαν, ὡς ἔοικε, περὶ τῆς ἀσφαλείας αὑτοῦ.
看来,他对自身的安全作出了如此周详的防范。
καὶ μάλʼ εἰκότως· ἀκεραίου μὲν γὰρ καὶ σῳζομένου τοῦ προεστῶτος, §10.33.4κἄν ποτε πέσῃ τὰ ὅλα, πολλὰς ἀφορμὰς ἡ τύχη δίδωσι πρὸς τὸ πάλιν ἀνακτήσασθαι τὰς ἐκ τῶν περιπετειῶν ἐλαττώσεις· §10.33.5πταίσαντος δέ, καθάπερ ἐν νηὶ τοῦ κυβερνήτου, κἂν [τὸ νικᾶν] ἡ τύχη τοῖς πολλοῖς παραδιδῷ κρατεῖν τῶν ἐχθρῶν, οὐδὲν ὄφελος γίνεται διὰ τὸ πάσας ἐξηρτῆσθαι τὰς ἐλπίδας ἑκάστοις ἐκ τῶν ἡγουμένων.
这确实是非常合理的;因为只要首脑安然无恙且得以保全,即使全局一度覆灭,命运也会提供许多重新挽回因灾祸所致损失的契机;但若他遭遇挫折,正如船上的舵手一样,即使命运允许大众战胜敌人,也毫无益处,因为每个人的所有希望都维系在领袖身上。
§10.33.6ταῦτα μὲν οὖν εἰρήσθω μοι πρὸς τοὺς ἢ διὰ κενοδοξίαν ἢ μειρακιώδει παραστάσει περιπίπτοντας τοῖς τοιούτοις ἀλογήμασιν ἢ διʼ ἀπειρίαν ἢ διὰ καταφρόνησιν· §10.33.7ἓν γὰρ ἀεί τι τῶν προειρημένων αἴτιον γίνεται τῶν τοιούτων περιπετειῶν.
因此,对于那些由于虚荣心或幼稚的冲动,或者由于缺乏经验或轻敌,而陷入此类荒谬错误之中的人,我姑且说这番话;因为上述原因之一总是此类灾祸的根源。
— οἱ δὲ καταρράκτας, §10.33.8οὓς εἶχον ὀλίγον ἐξωτέρω διὰ μηχανημάτων ἀνημμένους, αἰφνίδιον καθῆκαν καὶ ἐπεβάλοντο, καὶ τούτους κατασχόντες πρὸ τοῦ τείχους ἀνεσκολόπισαν.
— 至于他们,则将那些吊门,即他们之前用机械悬挂在稍偏外侧的那些,突然放了下来并进行还击,将这些人捕获后在城墙前处以磔刑。

词汇与语法注释

  1. §10.33.1κρίνων — 伴随主句动词 ἂν ἐπισημήναιτο(10.33.2)的现在分词。在此起条件(“如果判定”)或时间/背景(“在判定……时”)的作用,引出主句:“在从许多方面判定汉尼拔为优秀将领时,人们最应当……”
  2. §10.33.2κατὰ τοῦτο ... διότι — 指示代词短语 κατὰ τοῦτο(在这点上)的具体内容由后面的连词 διότι(即/因为)引导的从句作同格解释。此处的 διότι 不仅仅表示原因,而是引入了“即……这一事实”的实质性内容。
  3. §10.33.3ἀκεραίου μὲν γὰρ καὶ σῳζομένου τοῦ προεστῶτος — 这是一个独立属格结构,分词 ἀκεραίου(无损的)和 σῳζομένου(安全的)修饰名词 τοῦ προεστῶτος(领袖/首脑),表示条件(“如果领袖保持安然无恙”)。这与 10.33.5 中的独立属格 πταίσαντος δέ(但若他遭遇挫折)形成对比。
  4. §10.33.5κἂν ... παραδιδῷ κρατεῖν — 连词 κἄν(由 καὶ ἐάν 缩略而成)引导让步条件从句(“即使……”),后接虚拟式 παραδιδῷ(允许/赋予)。不定式 κρατεῖν(战胜)作为 παραδιδῷ 的宾语,构成“即使命运允许大众(τοῖς πολλοῖς)战胜敌人”的句式。

引用这一段

波利比奥斯, 历史 §10.33.1-10.33.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:10.33.1-10.33.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。