§10.31.1οἱ δὲ περὶ τὸν Ἀντίοχον ἀσφαλῶς διέβησαν τὰς δυσχωρίας τῷ προειρημένῳ τρόπῳ, βραδέως δὲ καὶ δυσχερῶς· μόλις γὰρ ὀγδοαῖοι πρὸς τὰς κατὰ τὸν Λάβον ὑπεροχὰς ἀφίκοντο.
安条克及其部属以此前所述的方式安全地通过了险地,但过程缓慢且艰难;因为他们直到第八天才好不容易抵达拉博斯山的山口。
§10.31.2τῶν δὲ βαρβάρων συνηθροισμένων ἐκεῖ, καὶ πεπεισμένων κωλύειν τῆς ὑπερβολῆς τοὺς πολεμίους, ἀγὼν συνέστη νεανικός.
由于蛮族集结在彼处,并确信能阻止敌军越过山口,因而展开了一场激烈的战斗。
ἐξεώσθησαν δʼ οἱ βάρβαροι διὰ τοιαύτας αἰτίας.
然而蛮族因以下原因而被击退。
§10.31.3συστραφέντες γὰρ ἐμάχοντο πρὸς τοὺς φαλαγγίτας κατὰ πρόσωπον ἐκθύμως· τῆς δὲ νυκτὸς ἔτι τῶν εὐζώνων ἐκπεριελθόντων ἐκ πολλοῦ, καὶ καταλαβομένων τοὺς ὑπερδεξίους καὶ κατὰ νώτου τόπους, ἅμα τῷ συνιδεῖν οἱ βάρβαροι τὸ γεγονὸς εὐθέως πτοηθέντες ὥρμησαν πρὸς φυγήν.
因为他们起初密集队形,面对着方阵兵英勇地迎头痛击;然而当夜色未尽之时,轻装兵已从大老远完成了迂回,并占领了制高点与敌后的阵地,蛮族一看出所发生的事情,便立刻陷入惊恐并开始逃跑。
§10.31.4ὁ δὲ βασιλεὺς τὴν μὲν ἐπὶ πλεῖον ὁρμὴν τῶν διωκόντων παρακατέσχε μετὰ πολλῆς σπουδῆς, ἀνακαλεσάμενος ταῖς σάλπιγξι, διὰ τὸ βούλεσθαι καταβαίνειν ἅθρους καὶ συντεταγμένους εἰς τὴν Ὑρκανίαν.
但国王由于希望大家能整队集中降入希尔卡尼亚,便用军号召回士兵,并极力制止了追击者进一步的冲锋。
§10.31.5συστησάμενος δὲ τὴν πορείαν ὡς ἐβούλετο καὶ παραγενόμενος ἐπὶ Τάμβρακα, πόλιν ἀτείχιστον, ἔχουσαν δὲ βασίλεια καὶ μέγεθος, αὐτοῦ κατεσκήνωσε.
他的行军按其意愿重新整队,并抵达了坦布拉克斯——一座虽无城墙但建有王宫且规模宏大的城市,并在该处驻扎下来。
§10.31.6τῶν δὲ πλείστων πεποιημένων τὴν ἀποχώρησιν ἔκ τε τῆς μάχης καὶ τῆς περικειμένης χώρας εἰς τὴν προσαγορευομένην Σίρυγκα πόλιν — συνέβαινε κεῖσθαι ʼκείνην οὐ μακρὰν τῆς Τάμβρακος, εἶναι δὲ τῆς Ὑρκανίας ὡς ἂν εἰ βασίλειον διά τε τὴν ὀχυρότητα καὶ τὴν ἄλλην εὐκαιρίαν — §10.31.7ἔκρινε ταύτην ἐξελεῖν μετὰ βίας.
绝大多数人已从战场及周边地区撤退到被称为叙林克斯的城市——该城恰好坐落在离坦布拉克斯不远的地方,因其坚固及其他便利,好似希尔卡尼亚的王宫所在地—— 安条克决定武力攻取此城。
ἀναλαβὼν οὖν τὴν δύναμιν προῆγε, καὶ περιστρατοπεδεύσας ἤρχετο τῆς πολιορκίας.
于是,他率军前进,将其包围并开始筑营攻城。
§10.31.8ἦν δὲ τὸ πλεῖστον μέρος τῆς ἐπιβολῆς ἐν ταῖς χωστρίσι χελώναις.
攻城的主要手段是依靠填沟用的龟甲橹。
τάφροι γὰρ ἦσαν τριτταί, πλάτος μὲν οὐκ ἔλαττον ἔχουσαι τριάκοντα πηχῶν, βάθος δὲ πεντεκαίδεκα· ἐπὶ δὲ τοῖς χείλεσιν ἑκάστης ἐπέκειτο χαρακώματα διπλᾶ καὶ τελευταῖον προτείχισμα δυνατόν.
因为这里有三重壕沟,宽度不小于三十肘,深度达十五肘;而在每条壕沟的边缘都立有双重栅栏,最后还有一道坚固的前障。
§10.31.9συμπλοκαὶ μὲν οὖν ἐγίνοντο συνεχεῖς ἐπὶ τῶν ἔργων, ἐν αἷς οὐκ ἤνυον ἑκάτεροι φέροντες τοὺς νεκροὺς καὶ τοὺς τραυματίας διὰ τὸ μὴ μόνον ὑπὲρ γῆς, ἀλλὰ καὶ κατὰ γῆς διὰ τῶν ὀρυγμάτων ἐκ χειρὸς γίνεσθαι τοὺς κινδύνους.
于是,在工事旁不断发生交火,在这期间双方甚至无暇运走死者和伤员,因为人们不仅在地面上,还在地下的坑道中通过肉搏面临着危险。
§10.31.10οὐ μὴν ἀλλὰ τῷ πλήθει καὶ τῇ τοῦ βασιλέως ἐνεργείᾳ ταχέως συνέβη καὶ τὰς τάφρους χωσθῆναι καὶ τὸ τεῖχος πεσεῖν διὰ τῶν ὀρυγμάτων.
然而,由于人手众多和国王的积极督战,壕沟很快被填平,城墙也因挖掘地下坑道而崩塌。
§10.31.11οὗ συμβάντος διατραπέντες οἱ βάρβαροι τοῖς ὅλοις, καὶ τοὺς μὲν Ἕλληνας κατασφάξαντες τοὺς ἐν τῇ πόλει, τὰ δʼ ἐπιφανέστατα τῶν σκευῶν διαρπάσαντες, νυκτὸς ἀπεχώρησαν.
此事发生后,蛮族彻底丧失了斗志,他们在杀害了城内的希腊人、并劫掠了最贵重的器物后,趁夜撤退。
§10.31.12ὁ δὲ βασιλεὺς συνθεασάμενος Ὑπερβάσαν ἀπέστειλε μετὰ τῶν μισθοφόρων· οὗ συμμίξαντος οἱ βάρβαροι ῥίψαντες τὰς ἀποσκευὰς αὖθις εἰς τὴν πόλιν ἔφυγον.
国王察觉到这一点,便派希佩尔巴萨斯率领雇佣军前去追击;当他与敌人交手时,蛮族丢下辎重,再次逃回城内。
§10.31.13τῶν δὲ πελταστῶν ἐνεργῶς βιαζομένων διὰ τοῦ πτώματος, ἀπελπίσαντες σφᾶς αὐτοὺς παρέδοσαν.
由于轻盾兵猛烈地从崩塌处攻入,他们感到绝望,便向敌军投降。
Ἀχριανή, πόλις Ὑρκανίας.
阿克里亚内,希尔卡尼亚的城市。
§10.31.14Πολύβιος δεκάτῳ.
波里比阿,《第十卷》。
Καλλιόπη, πόλις Παρθυαίων.
卡利奥佩,帕提亚人的城市。
§10.31.15Πολύβιος δεκάτῳ.
波里比阿,《第十卷》。