§10.4.1μετὰ δὲ ταῦτα, πρεσβύτερον ἔχων ἀδελφὸν Λεύκιον, καὶ τούτου προσπορευομένου πρὸς τὴν ἀγορανομίαν, ἣν σχεδὸν ἐπιφανεστάτην ἀρχὴν εἶναι συμβαίνει τῶν νέων παρὰ Ῥωμαίοις, §10.4.2ἔθους δʼ ὄντος δύο πατρικίους καθίστασθαι, τότε δὲ καὶ πλειόνων προσπορευομένων, ἐκ πολλοῦ μὲν οὐκ ἐτόλμα μεταπορεύεσθαι τὴν αὐτὴν ἀρχὴν τἀδελφῷ·
此后,他有一个名叫卢基乌斯的哥哥,当时哥哥正准备竞选市政官,这在罗马青年中可以说是最显赫的官职,而按惯例,该职位应由两名贵族担任,且当时也有更多人参与竞选,因此他长期以来并不敢与哥哥竞争同一官职。
§10.4.3συνεγγιζούσης δὲ τῆς καταστάσεως, λογιζόμενος ἐκ τῆς τοῦ πλήθους φορᾶς οὐκ εὐμαρῶς τὸν ἀδελφὸν ἐφιξόμενον τῆς ἀρχῆς, τὴν δὲ πρὸς αὑτὸν εὔνοιαν τοῦ δήμου θεωρῶν μεγάλην ὑπάρχουσαν, καὶ μόνως οὕτως ὑπολαμβάνων κἀκεῖνον καθίξεσθαι τῆς προθέσεως, εἰ συμφρονήσαντες ἅμα ποιήσαιντο τὴν ἐπιβολήν, ἦλθεν ἐπί τινα τοιαύτην ἔννοιαν.
但是,随着选举临近,他根据民众的动向,考虑到哥哥不易获得这一官职,又看到民众对自己抱有极大的好意,并认为只有在他们达成共识、共同发起挑战的情况下,哥哥才有可能实现目标,于是他想出了这样一个主意。
§10.4.4θεωρῶν γὰρ τὴν μητέρα περιπορευομένην τοὺς νεὼς καὶ θύουσαν τοῖς θεοῖς ὑπὲρ τἀδελφοῦ καὶ καθόλου μεγάλην προσδοκίαν ἔχουσαν ὑπὲρ τοῦ μέλλοντος, ἧς μόνης ἔμελεν αὐτῷ — §10.4.5τὸν μὲν γὰρ πατέρα τότε πλεῖν συνέβαινεν εἰς Ἰβηρίαν στρατηγὸν καθεσταμένον ἐπὶ τὰς προειρημένας πράξεις — οὐ μὴν ἀλλʼ ἔφη πρὸς αὐτὴν ὄνειρον τεθεωρηκέναι δὶς ἤδη τὸν αὐτόν.
因为他看到母亲正巡游各神殿,为哥哥向神明献祭,并对未来抱有极大的期望——而他唯一关心的就是母亲—— 因为当时父亲已被任命为将军,正乘船前往伊比利亚执行上述任务——不过,他还是对母亲说,自己已经两次做了同一个梦。
§10.4.6δοκεῖν γὰρ ἅμα τἀδελφῷ καθεσταμένος ἀγορανόμος ἀναβαίνειν ἀπὸ τῆς ἀγορᾶς ὡς ἐπὶ τὴν οἰκίαν, ἐκείνην δὲ συναντᾶν αὐτοῖς εἰς τὰς θύρας καὶ περιπτύξασαν ἀσπάσασθαι.
他梦见自己和哥哥一同被任命为市政官,从广场走回他们家,而母亲在门口迎接他们,拥抱并问候他们。
§10.4.7τῆς δὲ παθούσης τὸ γυναικεῖον πάθος καί τι προσεπιφθεγξαμένης "3Εἰ γὰρ ἐμοὶ ταύτην ἰδεῖν γένοιτο τὴν ἡμέραν"3 "3Βούλει"3 φησί"
母亲听后深受女性情感的打动,并补充说道:“3若是能让我亲眼看到那一天该有多好!
§10.4.83μῆτερ, πεῖραν λάβωμεν;
”3 “3那么,你是否愿意,”3 他说,“3母亲,我们要不试一试?
"3 τῆς δὲ συγκαταθεμένης, ὡς οὐ τολμήσοντος αὐτοῦ, πρὸς δὲ τὸν καιρὸν οἱονεὶ προσπαίζοντος — καὶ γὰρ ἦν κομιδῇ νέος — ἠξίου τήβενναν αὑτῷ λαμπρὰν εὐθέως ἑτοιμάσαι· §10.4.9τοῦτο γὰρ ἔθος ἐστὶ τοῖς τὰς ἀρχὰς μεταπορευομένοις.
”3 母亲同意了,以为他并不敢,只是在顺应时机开玩笑——因为他确实非常年轻——但他却要求母亲立刻为他准备一件洁白的托加;因为这是竞选官职之人的习俗。