§10.2.1ὅτι μέλλοντες ἱστορεῖν τὰ πραχθέντα Ποπλίῳ κατὰ τὴν Ἰβηρίαν, συλλήβδην δὲ πάσας τὰς κατὰ τὸν βίον ἐπιτελεσθείσας αὐτῷ πράξεις, ἀναγκαῖον ἡγούμεθα τὸ προεπιστῆσαι τοὺς ἀκούοντας ἐπὶ τὴν αἵρεσιν καὶ φύσιν τἀνδρός.
在我们准备叙述普布利乌斯在伊比利亚的功绩,简而言之,即他一生中所完成的一切事迹时,我们认为有必要首先引导听众了解这个人的选择和天性。
§10.2.2τῷ γὰρ σχεδὸν ἐπιφανέστατον αὐτὸν γεγονέναι τῶν πρὸ τοῦ, ζητοῦσι μὲν πάντες εἰδέναι τίς ποτʼ ἦν καὶ ἀπὸ ποίας φύσεως ἢ τριβῆς ὁρμηθεὶς τὰς τηλικαύτας καὶ τοσαύτας ἐπετελέσατο πράξεις, §10.2.3ἀγνοεῖν δὲ καὶ ψευδοδοξεῖν ἀναγκάζονται διὰ τὸ τοὺς ἐξηγουμένους ὑπὲρ αὐτοῦ παραπεπαικέναι τῆς ἀληθείας.
因为他几乎是前人中最显赫的一位,虽然人人都渴望知道他究竟是谁,又是凭借怎样的天赋或训练才完成了如此伟大和繁多的事业,但由于那些撰写他事迹的人背离了事实,人们不得不对此一无所知并抱有错误的看法。
§10.2.4ὅτι δʼ ἔστιν ὑγιὲς τὸ νυνὶ λεγόμενον ὑφʼ ἡμῶν δῆλον ἔσται διὰ τῆς ἡμετέρας ἐξηγήσεως τοῖς ἐπισημαίνεσθαι δυναμένοις τὰ κάλλιστα καὶ παραβολώτατα τῶν ἐκείνῳ πεπραγμένων.
我们现在所说的是否正确,对于那些能够鉴别他所做出的最美妙和最冒险行为的人来说,通过我们的叙述将变得显而易见。
§10.2.5οἱ μὲν οὖν ἄλλοι πάντες αὐτὸν ἐπιτυχῆ τινα καὶ τὸ πλεῖον αἰεὶ παραλόγως καὶ ταὐτομάτῳ κατορθοῦντα τὰς ἐπιβολὰς παρεισάγουσι, §10.2.6νομίζοντες ὡς ἂν εἰ θειοτέρους εἶναι καὶ θαυμαστοτέρους τοὺς τοιούτους ἄνδρας τῶν κατὰ λόγον ἐν ἑκάστοις πραττόντων, ἀγνοοῦντες ὅτι τὸ μὲν ἐπαινετόν, τὸ δὲ μακαριστὸν εἶναι συμβαίνει τῶν προειρημένων, καὶ τὸ μὲν κοινόν ἐστι καὶ τοῖς τυχοῦσι, §10.2.7τὸ δʼ ἐπαινετὸν μόνον ἴδιον ὑπάρχει τῶν εὐλογίστων καὶ φρένας ἐχόντων ἀνδρῶν, οὓς καὶ θειοτάτους εἶναι καὶ προσφιλεστάτους τοῖς θεοῖς νομιστέον.
然而,所有其他作家都将他描绘成一个幸运儿,认为他大体上总是出人意料且偶然地成功实现了他的企图,他们认为,这样的人仿佛比在每件事上根据理性行事的人更具神性、更令人赞叹,却不知道在上述两者中,一者是值得赞美,另一者则只是幸运,且后者对于普通人来说也是常见的,而只有值得赞美的事才是属于那些明智且有头脑之人的特有属性,他们应当被视为最神圣且最受神明喜爱的人。
§10.2.8ἐμοὶ δὲ δοκεῖ Πόπλιος Λυκούργῳ τῷ τῶν Λακεδαιμονίων νομοθέτῃ παραπλησίαν ἐσχηκέναι φύσιν καὶ προαίρεσιν.
在我看来,普布利乌斯拥有与斯巴达立法者莱库古非常相似的天性和志向。
§10.2.9οὔτε γὰρ Λυκοῦργον ἡγητέον δεισιδαιμονοῦντα καὶ πάντα προσέχοντα τῇ Πυθίᾳ συστήσασθαι τὸ Λακεδαιμονίων πολίτευμα, οὔτε Πόπλιον ἐξ ἐνυπνίων ὁρμώμενον καὶ κληδόνων τηλικαύτην περιποιῆσαι τῇ πατρίδι δυναστείαν· §10.2.10ἀλλʼ ὁρῶντες ἑκάτεροι τοὺς πολλοὺς τῶν ἀνθρώπων οὔτε τὰ παράδοξα προσδεχομένους ῥᾳδίως οὔτε τοῖς δεινοῖς τολμῶντας παραβάλλεσθαι χωρὶς τῆς ἐκ τῶν θεῶν ἐλπίδος, §10.2.11Λυκοῦργος μὲν αἰεὶ προσλαμβανόμενος ταῖς ἰδίαις ἐπιβολαῖς τὴν ἐκ τῆς Πυθίας φήμην εὐπαραδεκτοτέρας καὶ πιστοτέρας ἐποίει τὰς ἰδίας ἐπινοίας, §10.2.12Πόπλιος δὲ παραπλησίως ἐνεργαζόμενος αἰεὶ δόξαν τοῖς πολλοῖς ὡς μετά τινος θείας ἐπιπνοίας ποιούμενος τὰς ἐπιβολάς, εὐθαρσεστέρους καὶ προθυμοτέρους κατεσκεύαζε τοὺς ὑποταττομένους πρὸς τὰ δεινὰ τῶν ἔργων.
因为我们既不能认为莱库古是出于迷信且完全依赖皮媞亚来建立斯巴达政体角色的,也不能认为普布利乌斯是凭着梦境和神谕才为祖国赢得了如此伟大的霸权;而是因为他们两人都看到,大多数人既不轻易接受出乎意料的事,若没有来自神明的希望,也不敢冒险投身于危难之中,莱库古通过在自己的每一个企图中总是借助皮媞亚的神谕,使他自己的想法更容易被接受且更值得信赖,普布利乌斯也以同样的方式,通过总是让大众确信他是伴随着某种神圣启示来制定计划的,从而使部下在面对危险的任务时变得更加勇敢和积极。
§10.2.13ὅτι δʼ ἕκαστα μετὰ λογισμοῦ καὶ προνοίας ἔπραττε, καὶ διότι πάντα κατὰ λόγον ἐξέβαινε τὰ τέλη τῶν πράξεων αὐτῷ, δῆλον ἔσται διὰ τῶν λέγεσθαι μελλόντων.
他确实是在深思熟虑和预见之下完成每件事的,而且他所有行动的结果都合理地得以实现,这通过我们接下来要说的话将会变得很清楚。