Humanitext Reader

波利比奥斯 · 历史 §10.24.1-10.24.7

菲洛皮门统合骑兵演习与指挥官之职责

第 670 段,共 1311 段 · 希腊语

内容简介

菲洛皮门将各城邦的骑兵召集起来亲自进行武装演习。他批评了那些只顾站在最前列炫耀威权的现代指挥官,并坚持亲自巡视、纠正每个士兵的动作细节。

§10.24.1κατὰ μέρος ἡγεμόνων ἐμπειρίας.
个别指挥官的经验。
προκατασκευασάμενος δὲ τὰ προειρημένα τοῦτον τὸν τρόπον, συνῆγε τοὺς ἱππεῖς ἐκ τῶν πόλεων εἰς ἕνα τόπον, καὶ διʼ αὑτοῦ τὰς κινήσεις ἐπετέλει καὶ τὸν ὅλον χειρισμὸν αὐτὸς ἐποιεῖτο τῆς ἐξοπλισίας, §10.24.2οὐ προηγούμενος πάντων, ὅπερ οἱ νῦν ποιοῦσιν ἡγεμόνες, ὑπολαμβάνοντες ἡγεμονικὴν εἶναι τὴν πρώτην χώραν.
他以这种方式预先准备好上述事宜后,便将各城市的骑兵召集到一处,亲自进行演练,并亲自负责武装演习的整体管理,他并不走在所有人的最前面,而如今的指挥官们正是这么做的,他们以为最前列的位置才是属于指挥官的适当地位。
§10.24.3τί γὰρ ἀπειρότερον, ἅμα δʼ ἐπισφαλέστερον ἄρχοντος, ὃς ὁρᾶται μὲν ὑπὸ πάντων τῶν ὑποτεταγμένων, ὁρᾷ δʼ οὐδένα;
因为有什么比一个被所有部下看在眼里、自己却看不见任何人的指挥官更缺乏经验、同时又更危险的呢?
§10.24.4οὐ γὰρ στρατιωτικῆς ἐξουσίας, ἀλλʼ ἡγεμονικῆς ἐμπειρίας, ἅμα δὲ καὶ δυνάμεως δεῖγμα δεῖ φέρειν τὸν ἱππάρχην ἐν ταῖς ἐξοπλισίαις, ποτὲ μὲν ἐν πρώτοις, ποτὲ δʼ ἐν ἐσχάτοις, ποτὲ δὲ κατὰ μέσους γινόμενον.
因为骑兵长官在武装演习中,不应当展示军事威权,而应当展现指挥经验、以及个人的能力,为此他应当有时出现在最前列,有时在最后尾,有时在队伍中间。
§10.24.5ὅπερ ὁ προειρημένος ἀνὴρ ἐποίει, παριππεύων καὶ πάντας ἐφορῶν αὐτός, καὶ προσδιασαφῶν αὐτοῖς ἀποροῦσι καὶ διορθῶν ἐν ἀρχαῖς πᾶν τὸ διαμαρτανόμενον.
上述的那位男子正是如此做的:他骑马巡视,亲自监察所有人,并对困惑不解的人作进一步说明,从一开始就纠正所有的错误。
§10.24.6ἦν δὲ τὰ τοιαῦτα τελέως βραχέα καὶ σπάνια διὰ τὴν προγεγενημένην ἐν τοῖς κατὰ μέρος ἐπιμέλειαν.
而此类差错极其微小且罕见,这是因为此前在各个局部都已付出了周密的努力。
§10.24.7Δημήτριος ὁ Φαληρεὺς ἕως λόγου τὸ τοιοῦτον ὑπέδειξε, φήσας ὅτι καθάπερ ἐν οἰκοδομίαις, ἐὰν κατὰ μίαν πλίνθον θῇς καὶ καθʼ ἕνα δόμον ἐπιμελείας τύχῃ τὸ παρατεθέν, οὕτως ἐν στρατοπέδῳ τὸ κατʼ ἄνδρα καὶ κατὰ λόχον ἀκριβωθὲν ὅλην ποιεῖ τὴν δύναμιν ἰσχυράν. —
法勒鲁姆的德米特里曾在言语中指出过这一点,他说,正如在建筑中,如果逐个放置砖块、且每一层石料都得到精心的照料,那么在军队中,对每一个人、每一个中队进行精细的整顿,也会使整个军队变得强大。

词汇与语法注释

  1. 10.24.1κατὰ μέρος ἡγεμόνων ἐμπειρίας — 此句接续前一章末尾(10.23.10)需要属格的比较级句式“οὐδὲν ἀναγκαιότερον εἶναι τῆς τῶν...”,共同构成“比个别指挥官的经验更必要”之意。由于分块切分,读者需注意其格位的跨文本呼应。
  2. 10.24.4ποτὲ μὲν ἐν πρώτοις, ποτὲ δʼ ἐν ἐσχάτοις, ποτὲ δὲ κατὰ μέσους γινόμενον — 宾格分词“γινόμενον”修饰非人称动词“δεῖ”的逻辑主语(宾格)“τον ἱππάρχην”。它说明了骑兵长官展示其能力的具体方式或条件(“通过时而出现在前列,时而在后尾,时而在中间”)。
  3. 10.24.7ἕως λόγου — 意为“在言语上”或“在理论上”的限制性副词短语,以此将德米特里在理论上的阐述同菲洛皮门的实际改革进行对比。
  4. 10.24.7τὸ κατʼ ἄνδρα καὶ κατὰ λόχον ἀκριβωθέν — 带有冠词“τό”的中性单数分词“ἀκριβωθέν”(“被精确整顿者/事”)在“οὕτως...”引导的主句中作主语。而“κατʼ ἄνδρα”(逐人)和“κατὰ λόχον”(逐中队)则是修饰该分词的副词性短语。

引用这一段

波利比奥斯, 历史 §10.24.1-10.24.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:10.24.1-10.24.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。