Humanitext Reader

波利比奥斯 · 历史 §10.15.1-10.15.11

新迦太基的屠城与马戈的投降

第 661 段,共 1311 段 · 希腊语

内容简介

罗马军队成功占领了城墙和东面山丘,并按照罗马传统展开无情的屠杀以制造恐怖,最终促使马戈交出城堡投降。

§10.15.1οἱ δὲ Ῥωμαῖοι κρατήσαντες τοῦ τείχους τὸ μὲν πρῶτον ἐπεπορεύοντο κατὰ τὴν ἐφοδείαν ἀποσύροντες τοὺς πολεμίους, μεγάλα συμβαλλομένης αὐτοῖς τῆς ὁπλίσεως πρὸς τοῦτο τὸ γένος τῆς χρείας·
罗马人占领了城墙后,起初沿着通道前进,扫荡敌人,他们的装备在这种战斗中对他们大有帮助。
§10.15.2ἐπεὶ δʼ ἀφίκοντο πρὸς τὴν πύλην, οἱ μὲν καταβάντες διέκοπτον τοὺς μοχλούς, οἱ δʼ ἔξωθεν εἰσέπιπτον, οἱ δὲ διὰ τῶν κλιμάκων βιαζόμενοι κατὰ τὸν ἰσθμόν, ἤδη κρατοῦντες τῶν ἀμυνομένων, ἐπέβαινον ἐπὶ τὰς ἐπάλξεις.
当他们到达城门时,一部分人下去砍断门闩,另一部分人从外面冲了进来;而那些在地峡一侧用云梯强攻的人,此时已经压制了防守者,登上了城垛。
§10.15.3καὶ τέλος τὰ μὲν τείχη τούτῳ τῷ τρόπῳ κατείληπτο, τὸν δὲ λόφον οἱ διὰ τῆς πύλης εἰσπορευόμενοι κατελάμβανον τὸν πρὸς τὰς ἀνατολάς, τρεψάμενοι τοὺς φυλάττοντας.
最后,城墙以此种方式被攻陷,而从城门进入的人在击溃守军后,占领了东面的山丘。
§10.15.4ὁ δὲ Πόπλιος ἐπεὶ τοὺς εἰσεληλυθότας ἀξιόχρεως ὑπελάμβανεν εἶναι, τοὺς μὲν πλείστους ἐφῆκε κατὰ τὸ παρʼ αὐτοῖς ἔθος ἐπὶ τοὺς ἐν τῇ πόλει, παραγγείλας κτείνειν τὸν παρατυχόντα καὶ μηδενὸς φείδεσθαι, μηδὲ πρὸς τὰς ὠφελείας ὁρμᾶν, μέχρις ἂν ἀποδοθῇ τὸ σύνθημα.
普布利乌斯在判定攻入的人数已经足够后,按照罗马人的习惯,派出了大部分人去对付城里的居民,命令他们见人就杀,不留情面,且在发出信号之前不得动手掠夺。
ποιεῖν δέ μοι δοκοῦσι τοῦτο καταπλήξεως χάριν· §10.15.5διὸ καὶ πολλάκις ἰδεῖν ἔστιν ἐν ταῖς τῶν Ῥωμαίων καταλήψεσι τῶν πόλεων οὐ μόνον τοὺς ἀνθρώπους πεφονευμένους, ἀλλὰ καὶ τοὺς κύνας δεδιχοτομημένους καὶ τῶν ἄλλων ζῴων μέλη παρακεκομμένα.
在我看来,他们这样做是为了制造恐怖;因此,在罗马人攻占城市时,常常不仅能看到人被屠杀,甚至能看到狗被劈成两半,其他动物的肢体被砍断。
§10.15.6τότε δὲ καὶ τελέως πολὺ τὸ τοιοῦτον ἦν διὰ τὸ πλῆθος τῶν κατειλημμένων.
而在当时,由于被围困的人数众多,这种景象更是完全大量存在。
§10.15.7αὐτὸς δὲ περὶ χιλίους ἔχων ὥρμησε πρὸς τὴν ἄκραν.
他自己则率领约一千人向城堡进发。
ἐγγίσαντος δʼ αὐτοῦ τὸ μὲν πρῶτον ἐπεβάλλετο Μάγων ἀμύνεσθαι, μετὰ δὲ ταῦτα συννοήσας βεβαίως ἤδη κατειλημμένην τὴν πόλιν διεπέμψατο περὶ τῆς ἀσφαλείας τῆς αὑτοῦ, καὶ παρέδωκε τὴν ἄκραν.
当他接近时,马戈起初企图防守,但随后他确信城市已被彻底占领,便派人交涉自身安全问题,并交出了城堡。
§10.15.8οὗ γενομένου, καὶ τοῦ συνθήματος ἀποδοθέντος, τοῦ μὲν φονεύειν ἀπέστησαν, ὥρμησαν δὲ πρὸς τὰς ἁρπαγάς.
此事既毕,信号发出后,他们便停止了杀戮,开始动手抢劫。
§10.15.9ἐπιγενομένης δὲ τῆς νυκτὸς οἱ μὲν ἐπὶ τῆς παρεμβολῆς ἔμενον, οἷς ἦν οὕτω διατεταγμένον· μετὰ δὲ τῶν χιλίων ὁ στρατηγὸς ἐπὶ τῆς ἄκρας ηὐλίσθη, τοὺς δὲ λοιποὺς διὰ τῶν χιλιάρχων ἐκ τῶν οἰκιῶν ἐκκαλεσάμενος ἐπέταξε συναθροίσαντας εἰς τὴν ἀγορὰν τὰ διηρπασμένα κατὰ σημαίας ἐπὶ τούτων κοιτάζεσθαι.
夜幕降临时,按命令行事的守在营地;将军则率领那一千人在城堡安歇,并通过军政官把其余的人从房屋中召集出来,命令他们将抢来的财物聚集到广场上,并在其旁按中队宿营。
§10.15.10τοὺς δὲ γροσφομάχους ἐκ τῆς παρεμβολῆς καλέσας ἐπὶ τὸν λόφον ἐπέστησε τὸν ἀπὸ τῶν ἀνατολῶν.
他还召集了营地里的轻装步兵,将他们部署在东面的山丘上。
§10.15.11καὶ τῆς μὲν κατὰ τὴν Ἰβηρίαν Καρχηδόνος
而关于伊比利亚的迦太基

词汇与语法注释

  1. §10.15.1μεγάλα συμβαλλομένης αὐτοῖς τῆς ὁπλίσεως πρὸς τοῦτο τὸ γένος τῆς χρείας — 属格绝对结构(genitive absolute),意为“他们的装备在这种战斗中对他们大有帮助”。中性复数 μεγάλα 用作副词。
  2. §10.15.4ποιεῖν δέ μοι δοκοῦσι τοῦτο καταπλήξεως χάριν — 主动词 δοκοῦσι 的主语是上下文中的“罗马人(全体)”。词语 χάριν 与属格 καταπλήξεως 连用,起后置词作用,意为“为了……”。
  3. §10.15.9καtarget= — 前置词 κατὰ 加上 σημαία(旗帜、中队)的复数宾格,表示按军事单位分配,指罗马军队的战术单位(中队或百人队)。

引用这一段

波利比奥斯, 历史 §10.15.1-10.15.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:10.15.1-10.15.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。