§10.14.1οἱ μὲν οὖν ἔνδον περιχαρεῖς ἦσαν ὡς ἀποτετριμμένοι τὸν κίνδυνον· §10.14.2ὁ δὲ Πόπλιος, προσδοκῶν ἤδη τὸν τῆς ἀμπώτεως καιρόν, κατὰ μὲν τὴν λίμνην ἡτοίμασε πεντακοσίους ἄνδρας μετὰ κλιμάκων, §10.14.3κατὰ δὲ τὴν πύλην καὶ τὸν ἰσθμὸν νεαλεῖς ποιήσας τοὺς στρατιώτας καὶ παρακαλέσας προσανέδωκε κλίμακας πλείους τῶν πρότερον, ὥστε συνεχῶς πλῆρες γενέσθαι τὸ τεῖχος τῶν προσβαινόντων.
城内的守军于是非常高兴,以为已经摆脱了危险;但普布利乌斯此时已经预料到退潮的时刻,便在湖的一侧准备了五百名携带云梯的士兵,而在城门和地峡一侧,他让士兵们得到休息并加以鼓励,提供了比以前更多的云梯,从而使城墙上不断挤满往上攀登的士兵。
§10.14.4ἅμα δὲ τῷ σημῆναι τὸ πολεμικὸν καὶ προσθέντας τῷ τείχει τὰς κλίμακας προσβαίνειν κατὰ πάντα τὰ μέρη τεθαρρηκότως μεγάλην συνέβαινε ταραχὴν καὶ διατροπὴν γίνεσθαι τῶν ἔνδον.
随着冲锋号角的吹响,士兵们把云梯架在城墙上,开始从四面八方英勇地攀登,此时城内顿时陷入了极大的混乱和惊恐之中。
§10.14.5νομίζοντες γὰρ ἀπολελύσθαι τῆς περιστάσεως, αὖθις ἀρχὴν ἑώρων λαμβάνοντα τὸν κίνδυνον ἐξ ἄλλης ὁρμῆς· §10.14.6ἅμα δὲ καὶ τῶν βελῶν αὐτοὺς ἤδη λειπόντων, καὶ τοῦ πλήθους τῶν ἀπολωλότων εἰς ἀθυμίαν ἄγοντος, δυσχερῶς μὲν ἔφερον τὸ γινόμενον, οὐ μὴν ἀλλʼ ἠμύνοντο δυνατῶς.
因为他们本以为已经摆脱了困境,却又看到危险在另一次冲击下重新开始;与此同时,由于他们的投掷武器已经消耗殆尽,而且死伤者的数量也让他们气馁,他们虽然难以承受眼前的局势,但依然在顽强地抵抗。
§10.14.7κατὰ δὲ τὴν ἀκμὴν τοῦ διὰ τῶν κλιμάκων ἀγῶνος ἤρχετο τὰ κατὰ τὴν ἄμπωτιν, §10.14.8καὶ τὰ μὲν ἄκρα τῆς λίμνης ἀπέλειπε τὸ ὕδωρ κατὰ βραχύ, διὰ δὲ τοῦ στόματος ὁ ῥοῦς εἰς τὴν συνεχῆ θάλατταν ἅθρους ἐφέρετο καὶ πολύς, ὥστε τοῖς ἀπρονοήτως θεωμένοις ἄπιστον φαίνεσθαι τὸ γινόμενον.
正当云梯上的战斗达到白热化时,退潮开始了,湖水逐渐从边缘退去,湍急的激流汇成大股,大量地通过出水口流向相邻的大海,以至于对那些毫无预见而目睹这一幕的人来说,正在发生的事情显得令人难以置信。
§10.14.9ὁ δὲ Πόπλιος ἔχων ἑτοίμους τοὺς καθηγεμόνας ἐμβαίνειν παρεκελεύετο καὶ θαρρεῖν τοὺς πρὸς τὴν χρείαν ταύτην ἡτοιμασμένους· §10.14.10καὶ γὰρ ἦν εὖ πεφυκώς, εἰ καὶ πρὸς ἄλλο τι, πρὸς τὸ θάρσος ἐμβαλεῖν καὶ συμπαθεῖς ποιῆσαι τοὺς παρακαλουμένους.
普布利乌斯让向导准备就绪,催促那些为这一任务做好了准备的士兵走入水中,并要他们保持勇气;因为他天生就具有一种非凡的才能,如果说在其他事情上也是如此的话,那么在激发勇气和使被鼓励者与他产生共鸣方面更是如此。
§10.14.11τότε δὴ πειθαρχησάντων αὐτῶν καὶ διὰ τοῦ τέλματος ἁμιλλωμένων, ἅπαν τὸ στρατόπεδον ὑπέλαβε μετά τινος θεοῦ προνοίας γίνεσθαι τὸ συμβαῖνον.
这时,士兵们服从了命令,争先恐后地穿过沼泽,整支军队便认为,眼前发生的这一幕是得到了某种神明的眷顾。
§10.14.12ἐξ οὗ καὶ μνησθέντες τῶν κατὰ τὸν Ποσειδῶ καὶ τῆς τοῦ Ποπλίου κατὰ τὴν παράκλησιν ἐπαγγελίας, ἐπὶ τοσοῦτο ταῖς ψυχαῖς παρωρμήθησαν ὡς συμφράξαντες καὶ βιασάμενοι πρὸς τὴν πύλην ἔξωθεν ἐπεχείρουν διακόπτειν τοῖς πελέκεσι καὶ ταῖς ἀξίναις τὰς θύρας.
结果,他们也想起了关于波塞冬的传说以及普布利乌斯在动员时所许下的诺言,精神大受鼓舞,以至于他们结成盾阵,从外侧强行推向城门,开始用斧头和手斧劈砍门扉。
§10.14.13οἱ δὲ διὰ τῶν τελμάτων ἐγγίσαντες τῷ τείχει, καὶ καταλαβόντες ἐρήμους τὰς ἐπάλξεις, οὐ μόνον προσέθεσαν ἀσφαλῶς τὰς κλίμακας, ἀλλὰ καὶ κατέσχον ἀναβάντες ἀμαχητὶ τὸ τεῖχος, §10.14.14ἅτε τῶν ἔνδον περισπωμένων μὲν περὶ τοὺς ἄλλους τόπους, καὶ μάλιστα τοὺς κατὰ τὸν ἰσθμὸν καὶ τὴν ταύτῃ πύλην, οὐδέποτε δʼ ἂν ἐλπισάντων ἐγγίσαι τῷ τείχει τοὺς πολεμίους κατὰ τὸν τῆς λίμνης τόπον, §10.14.15τὸ δὲ πλεῖστον, ὑπὸ τῆς ἀτάκτου κραυγῆς καὶ τῆς συμμίκτου πολυοχλίας οὐ δυναμένων οὔτʼ ἀκούειν οὔτε συνορᾶν τῶν δεόντων οὐδέν.
另一方面,那些穿过沼泽接近城墙的士兵发现垛口空无一人,他们不仅安全地架设了云梯,而且登上去,未遇抵抗就占领了城墙,这是因为城内的守军正分散在其他地方,特别是地峡以及那里的城门附近,他们做梦也想不到敌人会从湖泊的一侧接近城墙,而最主要的是,由于无秩序的喧嚣和混杂的人群,他们既听不到也看不清任何需要做的事情。