§10.13.1ὁ δὲ Πόπλιος ἐδίδου μὲν αὑτὸν εἰς τὸν κίνδυνον, ἐποίει δὲ τοῦτο κατὰ δύναμιν ἀσφαλῶς· §10.13.2εἶχε γὰρ μεθʼ αὑτοῦ τρεῖς ἄνδρας θυρεοφοροῦντας, οἳ παρατιθέντες τοὺς θυρεοὺς καὶ τὴν ἀπὸ τοῦ τείχους ἐπιφάνειαν σκεπάζοντες ἀσφάλειαν αὐτῷ παρεσκεύαζον.
普布利乌斯一方面使自己置身于危险之中,但另一方面尽可能安全地这样做;因为他随身带着三个手持大盾的男子,他们通过把大盾挡在身侧并遮蔽朝向城墙的一面,从而为他提供了安全。
§10.13.3διὸ παρὰ τὰ πλάγια καὶ τοὺς ὑπερδεξίους τόπους ἐπιπαριὼν μεγάλα συνεβάλλετο πρὸς τὴν χρείαν· §10.13.4ἅμα μὲν γὰρ ἑώρα τὸ γινόμενον, ἅμα δʼ αὐτὸς ὑπὸ πάντων ὁρώμενος ἐνειργάζετο προθυμίαν τοῖς ἀγωνιζομένοις.
因此,他巡视于侧翼以及地势较高之处的旁侧,对战局作出了极大的贡献;因为他一方面亲眼目睹着正在发生的一切,另一方面他自己也被众人所见,从而向奋斗中的战士们灌输了高昂的斗志。
§10.13.5ἐξ οὗ συνέβαινε μηδὲν ἐλλιπὲς γίνεσθαι τῶν πρὸς τὸν κίνδυνον, ἀλλʼ ὁπότε τινʼ αὐτῷ πρὸς τὸ προκείμενον ὁ καιρὸς ὑποδείξειε, πᾶν ἐκ χειρὸς ἀεὶ συνηργεῖτο πρὸς τὸ δέον.
结果,面对危险所需的一切无一遗漏,而且每当形势向他指出应对当前任务的某种需要时,所需的一切总是立即得到协力完成。
§10.13.6ὁρμησάντων δὲ ταῖς κλίμαξι περὶ τὴν ἀνάβασιν τῶν πρώτων τεθαρρηκότως, οὐχ οὕτως τὸ πλῆθος τῶν ἀμυνομένων ἐπικίνδυνον ἐποίει τὴν προσβολὴν ὡς τὸ μέγεθος τῶν τειχῶν.
尽管首批士兵英勇地架设云梯向上攀登,但使进攻变得危险的,与其说是防守者的数量,不如说是城墙的高大。
§10.13.7διὸ καὶ μᾶλλον ἐπερρώσθησαν οἱ κατὰ τὰ τείχη, θεωροῦντες τὴν δυσχρηστίαν τῶν συμβαινόντων.
因此,城墙上的守军也更加士气大振,因为他们看到了罗马人所遭遇的困境。
§10.13.8ἔνιαι μὲν γὰρ συνετρίβοντο τῶν κλιμάκων, πολλῶν ἅμα διὰ τὸ μέγεθος συνεπιβαινόντων· ἐφʼ αἷς δʼ οἱ πρῶτοι προσβαίνοντες ἐσκοτοῦντο διὰ τὴν εἰς ὕψος ἀνάτασιν καὶ βραχείας προσδεόμενοι τῆς ἐκ τῶν ἀμυνομένων ἀντιπράξεως ἐρρίπτουν σφᾶς αὐτοὺς ἀπὸ τῶν κλιμάκων.
因为有些云梯由于高度原因而有许多人同时攀登,结果被压碎了;而在其他云梯上,首批登梯的人因高度过高而感到眩晕,防守方只需施加微弱的抵抗,他们便纷纷从梯子上坠落。
§10.13.9ὅτε δὲ καὶ δοκοὺς ἤ τι τοιοῦτον ἐγχειρήσαιεν ἐπιρρίπτειν ἀπὸ τῶν ἐπάλξεων, ὁμοῦ πάντες ἀπεσύροντο καὶ κατεφέροντο πρὸς τὴν γῆν.
并且,每当防守者试图从垛口投掷梁木或类似之物时,梯子上的人便会一同被扫落,坠落到地上。
§10.13.10οὐ μὴν ἀλλὰ τοιούτων ἀπαντωμένων οὐδὲν ἱκανὸν ἦν πρὸς τὸ κωλύειν τὴν ἐπιφορὰν καὶ τὴν ὁρμὴν τῶν Ῥωμαίων, ἀλλʼ ἔτι καταφερομένων τῶν πρώτων ἐπέβαινον οἱ συνεχεῖς ἐπὶ τὴν ἐκλείπουσαν ἀεὶ χώραν.
然而,尽管遇到了这样的阻碍,却依然不足以阻挡罗马人的冲击与气势;甚至在首批士兵坠落之时,紧随其后的士兵仍不断踏上那不断空出的位置。
§10.13.11ἤδη δὲ τῆς ἡμέρας προβαινούσης, καὶ τῶν στρατιωτῶν τετρυμμένων ὑπὸ τῆς κακοπαθείας, ἀνεκαλέσατο ταῖς σάλπιγξιν ὁ στρατηγὸς τοὺς προσβάλλοντας.
此时,随着时间推移,士兵们因艰苦战斗而疲惫不堪,将军便用军号召回了进攻的部队。