§1.8.1οἱ δὲ Μαμερτῖνοι — τοῦτο γὰρ τοὔνομα κυριεύσαντες οἱ Καμπανοὶ τῆς Μεσσήνης προσηγόρευσαν σφᾶς αὐτούς — ἕως μὲν συνεχρῶντο τῇ τῶν Ῥωμαίων συμμαχίᾳ τῶν τὸ Ῥήγιον κατασχόντων, οὐ μόνον τῆς ἑαυτῶν πόλεως καὶ χώρας ἀσφαλῶς κατεκράτουν, ἀλλὰ καὶ περὶ τῆς συνορούσης οὐχ ὡς ἔτυχε παρηνώχλουν τοῖς τε Καρχηδονίοις καὶ τοῖς Συρακοσίοις καὶ πολλὰ μέρη τῆς Σικελίας ἐφορολόγουν.
马梅尔蒂尼人——因为这是占领美塞拿的坎帕尼亚人给他们自己起的名字——只要他们还在利用那些占领雷吉乌姆的罗马人的同盟,就不仅安全地控制着自己的城市和土地,而且在边界地区对卡太基人和叙拉古人造成了不小的骚扰,并向西西里的许多地区征收贡赋。
§1.8.2ἐπεὶ δʼ ἐστερήθησαν τῆς προειρημένης ἐπικουρίας, συγκλεισθέντων τῶν τὸ Ῥήγιον κατεχόντων εἰς τὴν πολιορκίαν, παρὰ πόδας ὑπὸ τῶν Συρακοσίων αὐτοὶ πάλιν συνεδιώχθησαν εἰς τὴν πόλιν διά τινας τοιαύτας αἰτίας.
但当他们失去了上述援助——因为占领雷吉乌姆的人被围困在包围圈中——他们自己也随即由于以下的一些原因,再次被叙拉古人驱逐回城内。
§1.8.3χρόνοις οὐ πολλοῖς πρότερον αἱ δυνάμεις τῶν Συρακοσίων διενεχθεῖσαι πρὸς τοὺς ἐν τῇ πόλει καὶ διατρίβουσαι περὶ τὴν Μεργάνην κατέστησαν ἐξ αὑτῶν ἄρχοντας, Ἀρτεμίδωρόν τε καὶ τὸν μετὰ ταῦτα βασιλεύσαντα τῶν Συρακοσίων Ἱέρωνα, νέον μὲν ὄντα κομιδῇ, πρὸς δέ τι γένος εὐφυῆ βασιλικῆς καὶ πραγματικῆς οἰκονομίας.
就在此战前不久,叙拉古的军队与城内的人发生争执,驻扎在梅尔加内附近,他们从自己人中推选了指挥官,即阿尔特米多罗斯和后来成为叙拉古国王的希伦;希伦当时非常年轻,但在某种程度上天生具有皇家及务实管理的才能。
§1.8.4ὁ δὲ παραλαβὼν τὴν ἀρχὴν καὶ παρεισελθὼν εἰς τὴν πόλιν διά τινων οἰκείων καὶ κύριος γενόμενος τῶν ἀντιπολιτευομένων οὕτως ἐχρήσατο πρᾴως καὶ μεγαλοψύχως τοῖς πράγμασιν, ὥστε τοὺς Συρακοσίους, καίπερ οὐδαμῶς εὐδοκουμένους ἐπὶ ταῖς τῶν στρατιωτῶν ἀρχαιρεσίαις, τότε πάντας ὁμοθυμαδὸν εὐδοκῆσαι στρατηγὸν αὑτῶν ὑπάρχειν Ἱέρωνα.
希伦在接管了指挥权并依靠一些亲属潜入城市后,制服了反对派,并以如此温和而宽宏的态度处理政务,以至于叙拉古人虽然绝不赞成由士兵选举将军,但当时却一致同意希伦作为他们的将军。
§1.8.5ὃς ἐκ τῶν πρώτων ἐπινοημάτων εὐθέως δῆλος ἦν τοῖς ὀρθῶς σκοπουμένοις μειζόνων ὀρεγό
从他的最初尝试中,那些正确观察的人立刻就能看出他正在追求更大的目标。