§1.85.1ἐπεὶ δὲ κατεχρήσαντο μὲν ἀσεβῶς τοὺς αἰχμαλώτους, τροφῇ ταύτῃ χρώμενοι, κατεχρήσαντο δὲ τὰ δουλικὰ τῶν σωμάτων, ἐβοήθει δʼ ἐκ τοῦ Τύνητος οὐδείς, §1.85.2τότε προδήλου τῆς αἰκίας διὰ τὴν περικάκησιν ἐκ τῶν πολλῶν τοῖς ἡγεμόσιν ὑπαρχούσης, ἔκριναν οἱ περὶ τὸν Αὐτάριτον καὶ Ζάρζαν καὶ Σπένδιον ἐγχειρίζειν ἑαυτοὺς τοῖς πολεμίοις καὶ διαλαλεῖν περὶ διαλύσεως Ἀμίλκᾳ.
When they had impiously consumed the prisoners, using this food, and had also consumed the bodies of their slaves, and no aid came from Tunis, then, as it was obvious that punishment would be inflicted on the leaders by the multitude because of their extreme distress, Autaritus, Zarzas, and Spendius decided to surrender themselves to the enemy and to treat with Hamilcar for terms.
§1.85.3πέμψαντες οὖν κήρυκα καὶ λαβόντες συγχώρημα περὶ πρεσβείας ἧκον, ὄντες δέκα, πρὸς τοὺς Καρχηδονίους.
Having therefore sent a herald and obtained permission for an embassy, they came, ten in number, to the Carthaginians.
§1.85.4πρὸς οὓς Ἀμίλκας ὁμολογίας ἐποιήσατο τοιαύτας· ἐξεῖναι Καρχηδονίοις ἐκλέξασθαι τῶν πολεμίων οὓς ἂν αὐτοὶ βούλωνται δέκα· τοὺς δὲ λοιποὺς ἀφιέναι μετὰ χιτῶνος.
With them Hamilcar made an agreement on these terms: that the Carthaginians should be allowed to choose any ten of the enemy they wished, and to let the rest go with only a tunic.
§1.85.5γενομένων δὲ τούτων εὐθέως Ἀμίλκας ἔφη τοὺς παρόντας ἐκλέγεσθαι κατὰ τὰς ὁμολογίας.
When this was agreed, Hamilcar immediately said that he chose those present according to the agreement.
τῶν μὲν οὖν περὶ τὸν Αὐτάριτον καὶ Σπένδιον καὶ τῶν ἄλλων τῶν ἐπιφανεστάτων ἡγεμόνων τοῦτον τὸν τρόπον ἐκυρίευσαν οἱ Καρχηδόνιοι.
In this manner, therefore, the Carthaginians got into their power Autaritus, Spendius, and the other most prominent leaders.
§1.85.6τῶν δὲ Λιβύων, ἐπεὶ τὴν σύλληψιν ᾔσθοντο τῶν ἡγεμόνων, νομισάντων αὑτοὺς παρεσπονδῆσθαι διὰ τὸ τὰς συνθήκας ἀγνοεῖν, καὶ διὰ ταύτην τὴν αἰτίαν ὁρμησάντων ἐπὶ τὰ ὅπλα, §1.85.7περιστήσας αὐτοῖς Ἀμίλκας τά τε θηρία καὶ τὴν λοιπὴν δύναμιν ἅπαντας διέφθειρε, πλείους ὄντας τῶν τετρακισμυρίων, περὶ τὸν τόπον τὸν Πρίονα καλούμενον· ὃν συμβαίνει διὰ τὴν ὁμοιότητα τοῦ σχήματος πρὸς τὸ νῦν εἰρημένον ὄργανον ταύτης τετευχέναι τῆς προσηγορίας.
But the Libyans, when they heard of the arrest of their leaders, thinking that they had been betrayed because they were ignorant of the treaty, and for this reason rushing to arms, Hamilcar surrounded them with the elephants and the rest of his forces and destroyed them all, being more than forty thousand, near the place called the Saw; which indeed happens to have obtained this name because of the likeness of its shape to the instrument just mentioned.